9
1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. 2 Καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου *⸂καιομένης,⸃ καὶ *⸂2ἐσκοτίσθη⸃ ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3 Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, *⸂καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. 4 Καὶ ἐρρέθη αὐταῖς⸃ ἵνα μὴ *⸂ἀδικήσωσιν⸃ τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους *⸆ οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων *⸋αὐτῶν.⸌ 5 Καὶ ἐδόθη *⸂αὐταῖς⸃ ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα *⸂2βασανισθῶσιν⸃ μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν *⸂3παίσῃ⸃ ἄνθρωπον. 6 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις *⸂ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ *⸂2οὐ μὴ⸃ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται⸃ *⸉ἀπ᾽ αὐτῶν ὁ θάνατος.⸊ 7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων *⸂ὅμοια⸃ ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι *⸂2χρυσοῖ,⸃ καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. 8 Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν. 9 Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. 10 Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα. *⸂Καὶ⸃ ἐν ταῖς οὐραῖς αὐτῶν *⸂2ἐξουσίαν ἔχουσιν τοῦ⸃ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 *⸂Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν⸃ *⸆ ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών, *⸂2ἐν δὲ⸃ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. 12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, *⸂ἔρχεται⸃ ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν *⸋τεσσάρων⸌ κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 *⸂λέγουσαν⸃ τῷ ἕκτῳ ἀγγέλῳ *⸂2ὁ ἔχων⸃ τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι *⸂εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν,⸃ ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16 Καὶ ὁ ἀριθμὸς *⸋τῶν⸌ στρατευμάτων τοῦ *⸂ἵππου⸃ *⸂2μυριάδες μυριάδων·⸃ *⸆ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 *⸂Ἀπὸ τῶν τριῶν *⸋πληγῶν⸌ τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου⸃ τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 *⸂Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν,⸃ *⸋καὶ ἐν ταῖς οὐραῖς αὐτῶν·⸌ αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι *⸂2ὄφεων,⸃ ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν. 20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, *⸂οὐ⸃ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ *⸂2προσκυνήσωσιν⸃ *⸂3τὰ δαιμόνια, καὶ τὰ εἴδωλα⸃ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν *⸂4δύναται,⸃ οὔτε ἀκούειν, οὔτε περιπατεῖν· 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν *⸂φαρμακειῶν⸃ αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
* 9:2 ⸂ καιομένης RP f 35 ¦ μεγάλης TR TNT2 WH NA NIV SBL * 9:2 ⸂2 ἐσκοτίσθη RP f 35 TR TNT2 ¦ ἐσκοτώθη WH NA NIV SBL * 9:3 ⸂ καὶ ἐδόθη αὐταῖς … Καὶ ἐρρέθη αὐταῖς RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ καὶ ἐδόθη αὐτοῖς … Καὶ ἐρρέθη αὐτοῖς NA25 * 9:4 ⸂ ἀδικήσωσιν RP f 35 TNT2 ¦ ἀδικήσωσι TR ¦ ἀδικήσουσιν WH NA NIV SBL * 9:4 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ μόνους f 35 TR * 9:4 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:5 ⸂ αὐταῖς RP f 35 TR WH ¦ αὐτοῖς TNT2 NA NIV SBL * 9:5 ⸂2 βασανισθῶσιν RP f 35 ¦ βασανισθῶσι TR ¦ βασανισθήσονται TNT2 WH NA NIV SBL * 9:5 ⸂3 παίσῃ RP TR TNT2 WH NA NIV SBL ¦ πλήξη f 35 * 9:6 ⸂ ζητήσουσιν … εὑρήσουσιν … ἐπιθυμήσουσιν … φεύξεται RP TR ¦ ζητοῦσιν … εὑρήσουσιν … ἐπιθυμήσουσιν … φεύξεται f 35 ¦ ζητήσουσιν … εὑρήσουσιν … ἐπιθυμήσουσιν … φεύγει TNT2 WH NA NIV SBL * 9:6 ⸂2 οὐ μὴ RP f 35 TNT2 WH NA NIV SBL ¦ οὐχ TR * 9:6 ⸉ ἀπ᾽ αὐτῶν ὁ θάνατος RP f 35 ¦ ὁ θάνατος ἀπ᾽ αὐτῶν TR TNT2 WH NA NIV SBL * 9:7 ⸂ ὅμοια RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ ὅμοιοι NA25 * 9:7 ⸂2 χρυσοῖ RP f 35 ¦ ὅμοιοι χρυσῷ TR TNT2 WH NA NIV SBL * 9:10 ⸂ Καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἦν TR * 9:10 ⸂2 ἐξουσίαν ἔχουσιν τοῦ RP f 35 ¦ καὶ ἡ ἐξουσία αὐτῶν TR ¦ ἡ ἐξουσία αὐτῶν TNT2 WH NA NIV SBL * 9:11 ⸂ Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν RP f 35 ¦ Καὶ ἔχουσιν ἐφ᾽ αὑτῶν βασιλέα TR ¦ Ἔχουσιν ἐπ᾽ αὐτῶν βασιλέα TNT2 WH NA NIV SBL * 9:11 ⸆ – RP f 35 ¦ τὸν TR TNT2 WH NA NIV SBL * 9:11 ⸂2 ἐν δὲ RP f 35 ¦ καὶ ἐν TR TNT2 WH NA NIV SBL * 9:12 ⸂ ἔρχεται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔρχονται TR * 9:13 ⸋ τεσσάρων RP f 35 TR NA NIV11 ¦ – TNT2 WH NIV73 SBL * 9:14 ⸂ λέγουσαν RP f 35 TR ¦ λέγοντα TNT2 WH NA NIV SBL * 9:14 ⸂2 ὁ ἔχων RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅς εἴχε TR * 9:15 ⸂ εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν RP ¦ εἰς τὴν ὥραν καὶ τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν f 35 ¦ εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν TR TNT2 WH NA NIV SBL * 9:16 ⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 9:16 ⸂ ἵππου RP f 35 ¦ ἱππικοῦ TR TNT2 WH NA NIV SBL * 9:16 ⸂2 μυριάδες μυριάδων RP f 35 ¦ δύο μυριάδες μυριάδων TR TNT2 ¦ δισμυριάδες μυριάδων WH NA NIV SBL * 9:16 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 9:18 ⸂ Ἀπὸ … ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου RP ¦ Ἀπὸ … ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου f 35 TNT2 WH NA NIV SBL ¦ Ὑπὸ … ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ καὶ ἐκ τοῦ θείου TR * 9:18 ⸋ πληγῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 9:19 ⸂ Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν RP f 35 TNT2 WH NA NIV SBL ¦ Αἱ γὰρ ἐξουσίαι αὐτῶν ἐν τῷ στόματι αὐτῶν εἰσιν TR * 9:19 ⸋ καὶ ἐν ταῖς οὐραῖς αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 9:19 ⸂2 ὄφεων RP ¦ ὄφεσιν f 35 TR TNT2 WH NA NIV SBL * 9:20 ⸂ οὐ RP f 35 WH ¦ οὔτε TR TNT2 ¦ οὐδὲ NA NIV SBL * 9:20 ⸂2 προσκυνήσωσιν RP f 35 ¦ προσκυνήσωσι TR ¦ προσκυνήσουσιν TNT2 WH NA NIV SBL * 9:20 ⸂3 τὰ δαιμόνια, καὶ τὰ εἴδωλα RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ δαιμόνια καὶ εἴδωλα TR * 9:20 ⸂4 δύναται RP f 35 TR ¦ δύνανται TNT2 WH NA NIV SBL * 9:21 ⸂ φαρμακειῶν RP f 35 TR TNT2 NA25 ¦ φαρμάκων WH NA27+28 NIV SBL