10
1 Καὶ εἶδον *⸆ ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ *⸋ἡ⸌ ἶρις ἐπὶ *⸂τῆς κεφαλῆς αὐτοῦ,⸃ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός· 2 καὶ *⸂ἔχων⸃ ἐν τῇ χειρὶ αὐτοῦ *⸂2βιβλίον⸃ ἀνεῳγμένον· καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν *⸂3ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,⸃ 3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, *⸆ ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, *⸆2 Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ *⸂μὴ αὐτὰ γράψῃς.⸃ 5 Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ *⸋τὴν δεξιὰν⸌ εἰς τὸν οὐρανόν, 6 καὶ ὤμοσεν *⸆ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος *⸉οὐκέτι ἔσται·⸊ 7 ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, *⸋καὶ⸌ *⸂ἐτελέσθη⸃ τὸ μυστήριον τοῦ θεοῦ, *⸂2ὡς εὐηγγέλισεν τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.⸃ 8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν *⸂λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ λέγουσα,⸃ Ὕπαγε, λάβε τὸ *⸂2βιβλιδάριον⸃ τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ *⸋τοῦ⸌ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9 Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ *⸂δοῦναί⸃ μοι τὸ βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 Καὶ ἔλαβον τὸ *⸂βιβλίον⸃ ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. 11 Καὶ *⸂λέγουσίν⸃ μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ *⸋ἐπὶ⸌ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
* 10:1 ⸆ – RP f 35 ¦ ἄλλον TR TNT2 WH NA NIV SBL * 10:1 ⸋ ἡ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 10:1 ⸂ τῆς κεφαλῆς αὐτοῦ RP f 35 NA27+28 NIV ¦ τῆς κεφαλῆς TR ¦ τὴν κεφαλὴν αὐτοῦ TNT2 WH NA25 SBL * 10:2 ⸂ ἔχων RP TNT2 WH NA NIV SBL ¦ εἶχεν f 35 TR * 10:2 ⸂2 βιβλίον RP ¦ βιβλιδάριον f 35 ¦ βιβλαρίδιον TR TNT2 WH NA NIV SBL * 10:2 ⸂3 ἐπὶ τῆς θαλάσσης … ἐπὶ τῆς γῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ τὴν θάλασσαν … ἐπὶ τὴν γῆν TR * 10:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰς φωνὰς ἑαυτῶν TR * 10:4 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR * 10:4 ⸂ μὴ αὐτὰ γράψῃς RP TNT2 WH NA NIV SBL ¦ μετα ταῦτα γράφεις f 35 ¦ μὴ ταὐτὰ γράψῃς TR * 10:5 ⸋ τὴν δεξιὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 10:6 ⸆ – RP SBL ¦ ἐν f 35 TR TNT2 WH NA NIV * 10:6 ⸉ οὐκέτι ἔσται RP f 35 TNT2 WH NA NIV SBL ¦ οὐκ ἔσται έτι TR * 10:7 ⸋ καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 10:7 ⸂ ἐτελέσθη RP TNT2 WH NA NIV SBL ¦ τελεσθῆ f 35 TR * 10:7 ⸂2 ὡς εὐηγγέλισεν τοὺς δούλους αὐτοῦ τοὺς προφήτας RP ¦ ὃ εὐηγγελίσατο τοὺς δούλους αὐτοῦ τοὺς προφήτας f 35 ¦ ὡς εὐηγγέλισε τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις TR ¦ ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας TNT2 WH NA NIV SBL * 10:8 ⸂ λαλοῦσα … λέγουσα RP f 35 TR ¦ λαλοῦσαν … λέγουσαν TNT2 WH NA NIV SBL * 10:8 ⸂2 βιβλιδάριον RP f 35 ¦ βιβλαρίδιον TR ¦ βιβλίον TNT2 WH NA NIV SBL * 10:8 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 10:9 ⸂ δοῦναί RP TNT2 WH NA NIV SBL ¦ δός f 35 TR * 10:10 ⸂ βιβλίον RP ¦ βιβλιδάριον f 35 ¦ βιβλαρίδιον TR TNT2 WH NA NIV SBL * 10:11 ⸂ λέγουσίν RP TNT2 WH NA NIV SBL ¦ λέγει f 35 TR * 10:11 ⸋ ἐπὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL