11
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, *λέγων, *Ἔγειραι, καὶ μέτρησοντὸν ναὸν τοῦ θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. Καὶ *τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω,⸃ καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας *2τεσσαράκοντα καὶ δύο.⸃ Καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα *περιβεβλημένοισάκκους. Οὗτοί εἰσιν *αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαιαἱ ἐνώπιον *2τοῦ κυρίουτῆς γῆς *3ἑστῶσαι.⸃ *Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν, καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι,⸃ οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. Οὗτοι ἔχουσιν *τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι,⸃ ἵνα μὴ *ὑετὸς βρέχῃ*2τὰς ἡμέρας τῆς προφητείας αὐτῶν·⸃ καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν *3ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ.⸃ Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει *μεταὐτῶν πόλεμον,⸊ καὶ νικήσει αὐτούς, καὶ ἀποκτενεῖ αὐτούς. Καὶ *τὸ πτῶμααὐτῶν ἐπὶ *2τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης,⸃ ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ κύριος *3αὐτῶνἐσταυρώθη. Καὶ *βλέπουσινἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν *2τὸ πτῶμααὐτῶν ἡμέρας *3τρεῖς ἥμισυ,⸃ καὶ τὰ πτώματα αὐτῶν οὐκ *4ἀφήσουσιντεθῆναι εἰς *5μνῆμα.⸃ 10 Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπαὐτοῖς καὶ *εὐφρανθήσονται,⸃ καὶ δῶρα *2δώσουσινἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 Καὶ μετὰ *τὰςτρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ *εἰσῆλθεν εἰς αὐτούς,⸃ καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας *2ἔπεσεν ἐπὶτοὺς θεωροῦντας αὐτούς. 12 Καὶ *ἤκουσα*2φωνὴν μεγάληνἐκ τοῦ οὐρανοῦ, *3λέγουσαναὐτοῖς, Ἀνάβητε ὧδε. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 Καὶ ἐν ἐκείνῃ τῇ *ἡμέρᾳἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων, χιλιάδες ἑπτά· καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.
14  οὐαὶ δευτέρα ἀπῆλθεν· * οὐαὶ τρίτη, ἰδού,⸊ ἔρχεται ταχύ.
15 Καὶ ἕβδομος ἄγγελος ἐσάλπισεν, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, *λέγουσαι,⸃ *2Ἐγένετο βασιλείατοῦ κόσμου, τοῦ κυρίου ἡμῶν, καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 16 Καὶ οἱ *εἴκοσι τέσσαρεςπρεσβύτεροι οἱ ἐνώπιον *τοῦ θρόνουτοῦ θεοῦ *2καθήμενοιἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ θεῷ, 17 λέγοντες, Εὐχαριστοῦμέν σοι, κύριε θεὸς παντοκράτωρ, ὢν καὶ ἦν, *ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας. 18 Καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ὀργή σου, καὶ καιρὸς τῶν νεκρῶν κριθῆναι, καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ *τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,⸃ καὶ διαφθεῖραι τοὺς *2διαφθείρονταςτὴν γῆν.
19 Καὶ ἠνοίγη ναὸς τοῦ θεοῦ *ἐν τῷ οὐρανῷ, καὶ ὤφθη κιβωτὸς τῆς διαθήκης *τοῦ κυρίουἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ *2 καὶ χάλαζα μεγάλη.
* 11:1 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ εἱστήκει ὁ ἄγγελος f 35 * 11:1 ⸂ Ἔγειραι, καὶ μέτρησον RP f 35 TR ¦ Ἔγειρε, καὶ μέτρησον TNT2 WH NA NIV SBL * 11:2 ⸂ τὴν αὐλὴν τὴν ἔξωθεν … ἔκβαλε ἔξω RP ¦ τὴν αὐλὴν τὴν ἔξωθεν … ἔκβαλε ἔξωθεν f 35 TNT2 WH NA NIV SBL ¦ τὴν αὐλὴν τὴν ἔσωθεν … ἔκβαλε ἔξω TR * 11:2 ⸂2 τεσσαράκοντα καὶ δύο RP ¦ τεσσαράκοντα δύο f 35 TR ¦ τεσσεράκοντα δύο TNT2 SBL ¦ τεσσεράκοντα καὶ δύο WH NA NIV * 11:3 ⸂ περιβεβλημένοι RP f 35 TR NA NIV SBL ¦ περιβεβλημένους TNT2 WH * 11:4 ⸂ αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι RP f 35 TNT2 WH NA NIV SBL ¦ αἱ δύο ἐλαῖαι καὶ δύο λυχνίαι TR * 11:4 ⸂2 τοῦ κυρίου RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ θεοῦ TR * 11:4 ⸂3 ἑστῶσαι RP f 35 TR ¦ ἑστῶτες TNT2 WH NA NIV SBL * 11:5 ⸂ Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι … καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι RP f 35 ¦ Καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι … καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι TR ¦ Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι … καὶ εἴ τις αὐτοὺς θελήσῃ ἀδικῆσαι TNT2 ¦ Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι … καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι WH NA NIV SBL * 11:6 ⸂ τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι RP ¦ ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸν f 35 TR ¦ τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸν TNT2 WH NA NIV SBL * 11:6 ⸉ ὑετὸς βρέχῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ βρέχῃ ὑετὸς TR * 11:6 ⸂2 τὰς ἡμέρας τῆς προφητείας αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν ἡμέραις αὐτῶν τῆς προφητείας TR * 11:6 ⸂3 ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ RP ¦ ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν f 35 TNT2 WH NA NIV SBL ¦ πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσι TR * 11:7 ⸉ μετ᾽ αὐτῶν πόλεμον RP f 35 TNT2 WH NA NIV SBL ¦ πόλεμον μετ᾽ αὐτῶν TR * 11:8 ⸂ τὸ πτῶμα RP TNT2 WH NA NIV SBL ¦ τὰ πτώματα f 35 TR * 11:8 ⸂2 τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς πλατείας πόλεως τῆς μεγάλης TR * 11:8 ⸂3 αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμῶν TR * 11:9 ⸂ βλέπουσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ βλέψουσιν TR * 11:9 ⸂2 τὸ πτῶμα RP TNT2 WH NA NIV SBL ¦ τὰ πτώματα f 35 TR * 11:9 ⸂3 τρεῖς ἥμισυ RP f 35 ¦ τρεῖς καὶ ἥμισυ TR TNT2 WH NA NIV SBL * 11:9 ⸂4 ἀφήσουσιν RP f 35 ¦ ἀφήσουσι TR ¦ ἀφίουσιν TNT2 WH NA NIV SBL * 11:9 ⸂5 μνῆμα RP f 35 TNT2 WH NA NIV SBL ¦ μνῆματα TR * 11:10 ⸂ εὐφρανθήσονται RP f 35 TR ¦ εὐφραίνονται TNT2 WH NA NIV SBL * 11:10 ⸂2 δώσουσιν RP ¦ πέμψουσιν f 35 TR TNT2 WH NA NIV SBL * 11:11 ⸋ τὰς RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 11:11 ⸂ εἰσῆλθεν εἰς αὐτούς RP ¦ εἰσῆλθεν επ᾽ αὐτούς f 35 TR ¦ εἰσῆλθεν ἐν αὐτοῖς TNT2 WH NA NIV SBL * 11:11 ⸂2 ἔπεσεν ἐπὶ RP TR ¦ ἐπέπεσεν ἐπὶ f 35 TNT2 WH NA NIV SBL * 11:12 ⸂ ἤκουσα RP f 35 ¦ ἤκουσαν TR TNT2 WH NA NIV SBL * 11:12 ⸂2 φωνὴν μεγάλην RP TR ¦ φωνῆς μεγάλης f 35 TNT2 WH NA NIV SBL * 11:12 ⸂3 λέγουσαν RP TR ¦ λεγούσης f 35 TNT2 WH NA NIV SBL * 11:13 ⸂ ἡμέρᾳ RP f 35 ¦ ὥρᾳ TR TNT2 WH NA NIV SBL * 11:14 ⸉ ἡ οὐαὶ ἡ τρίτη, ἰδού RP f 35 ¦ ἰδού, ἡ οὐαὶ ἡ τρίτη TR TNT2 WH NA NIV SBL * 11:15 ⸂ λέγουσαι RP f 35 TR TNT2 ¦ λέγοντες WH NA NIV SBL * 11:15 ⸂2 Ἐγένετο ἡ βασιλεία RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἐγένοντο αἱ βασιλεῖαι TR * 11:16 ⸂ εἴκοσι τέσσαρες RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴκοσι καὶ τέσσαρες TR * 11:16 ⸋ τοῦ θρόνου RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL * 11:16 ⸂2 καθήμενοι RP f 35 TR WH NA NIV SBL ¦ οἳ κάθηνται TNT2 * 11:17 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ καὶ ὁ ἐρχόμενος f 35 TR * 11:18 ⸂ τοῖς φοβουμένοις … τοῖς μικροῖς καὶ τοῖς μεγάλοις RP f 35 TR ¦ τοῖς φοβουμένοις … τοὺς μικροὺς καὶ τοὺς μεγάλους TNT2 WH NA NIV SBL * 11:18 ⸂2 διαφθείροντας RP TR TNT2 WH NA NIV SBL ¦ διαφθείραντας f 35 * 11:19 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 11:19 ⸂ τοῦ κυρίου RP f 35 ¦ αὐτοῦ TR TNT2 WH NA NIV SBL * 11:19 ⸆2 – RP f 35 ¦ καὶ σεισμὸς TR TNT2 WH NA NIV SBL