8
1 Καὶ *⸂ὅτε⸃ ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. 2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3 Καὶ ἄλλος ἄγγελος ἦλθεν, καὶ ἐστάθη ἐπὶ *⸂τοῦ θυσιαστηρίου,⸃ ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα *⸂2δώσῃ⸃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. 4 Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. 5 Καὶ εἴληφεν ὁ ἄγγελος *⸂τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν⸃ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο *⸉βρονταὶ καὶ φωναὶ⸊ καὶ ἀστραπαὶ καὶ σεισμός.
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι *⸋οἱ⸌ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν *⸂ἑαυτοὺς⸃ ἵνα σαλπίσωσιν.
7 Καὶ ὁ πρῶτος *⸆ ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα *⸋ἐν⸌ αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· *⸋2καὶ τὸ τρίτον τῆς γῆς κατεκάη,⸌ καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγα *⸆ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα· 9 καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων *⸆ ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ *⸂τὸ τρίτον τῶν πλοίων διεφθάρη.⸃
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς *⸋τῶν⸌ ὑδάτων. 11 Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται *⸋ὁ⸌ Ἄψινθος· καὶ *⸂ἐγένετο⸃ τὸ τρίτον *⸋2τῶν ὑδάτων⸌ εἰς ἄψινθον, καὶ πολλοὶ *⸋3τῶν⸌ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ *⸂τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα,⸃ καὶ ἡ νὺξ ὁμοίως.
13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς *⸂ἀετοῦ⸃ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, *⸆ Οὐαί, οὐαί, οὐαὶ *⸂2τοῖς κατοικοῦσιν⸃ ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
* 8:1 ⸂ ὅτε RP f 35 TR ¦ ὅταν TNT2 WH NA NIV SBL * 8:3 ⸂ τοῦ θυσιαστηρίου RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ θυσιαστήριον TR * 8:3 ⸂2 δώσῃ RP TR ¦ δώσει f 35 TNT2 WH NA NIV SBL * 8:5 ⸂ τὸν λιβανωτόν … αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ λιβανωτόν … αὐτὸ TR * 8:5 ⸉ βρονταὶ καὶ φωναὶ RP TNT2 WH NA NIV SBL ¦ φωναὶ καὶ βρονταὶ f 35 TR * 8:6 ⸋ οἱ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 8:6 ⸂ ἑαυτοὺς RP f 35 TR ¦ αὐτοὺς TNT2 NA27+28 NIV ¦ αὑτοὺς WH NA25 SBL * 8:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἄγγελος TR * 8:7 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 8:7 ⸋2 καὶ τὸ τρίτον τῆς γῆς κατεκάη RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 8:8 ⸆ – RP f 35 ¦ πυρὶ TR TNT2 WH NA NIV SBL * 8:9 ⸆ – RP f 35 ¦ τῶν TR TNT2 WH NA NIV SBL * 8:9 ⸂ τὸ τρίτον τῶν πλοίων διεφθάρη RP TR ¦ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν f 35 TNT2 WH NA NIV SBL * 8:10 ⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 8:11 ⸋ ὁ RP f 35 WH NA NIV SBL ¦ – TR TNT2 * 8:11 ⸂ ἐγένετο RP f 35 TNT2 WH NA NIV SBL ¦ γίνεται TR * 8:11 ⸋2 τῶν ὑδάτων RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 8:11 ⸋3 τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 8:12 ⸂ τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα RP ¦ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς f 35 TR ¦ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς TNT2 WH NA NIV SBL * 8:13 ⸂ ἀετοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀγγέλου TR * 8:13 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τρὶς f 35 * 8:13 ⸂2 τοῖς κατοικοῦσιν RP f 35 TR ¦ τοὺς κατοικοῦντας TNT2 WH NA NIV SBL