5
1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον *⸂ἔσωθεν καὶ ἔξωθεν,⸃ κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2 Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα *⸋ἐν⸌ φωνῇ μεγάλῃ, Τίς *⸂ἄξιός ἐστιν⸃ ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3 Καὶ οὐδεὶς ἐδύνατο *⸂ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς,⸃ ἀνοῖξαι τὸ βιβλίον, *⸂2οὔτε⸃ βλέπειν αὐτό. 4 Καὶ *⸋ἐγὼ⸌ ἔκλαιον *⸂πολύ,⸃ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι *⸆ τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 5 Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ *⸆ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, *⸂ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας⸃ αὐτοῦ. 6 Καὶ εἶδον *⸆ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον *⸂ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον⸃ *⸂2κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσιν τὰ ἑπτὰ *⸉πνεύματα τοῦ θεοῦ⸊ ἀποστελλόμενα⸃ εἰς πᾶσαν τὴν γῆν. 7 Καὶ ἦλθεν, καὶ εἴληφεν *⸆ ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8 Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος *⸂κιθάραν,⸃ καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν *⸆ προσευχαὶ τῶν ἁγίων. 9 Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ *⸋ἡμᾶς⸌ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 *⸂καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν *⸂2βασιλεῖς καὶ ἱερεῖς,⸃ καὶ βασιλεύσουσιν⸃ ἐπὶ τῆς γῆς. 11 Καὶ εἶδον, καὶ ἤκουσα *⸋ὡς⸌ φωνὴν ἀγγέλων πολλῶν *⸂κύκλῳ⸃ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· *⸂2καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,⸃ 12 λέγοντες φωνῇ μεγάλῃ, *⸂Ἄξιόν ἐστιν τὸ ἀρνίον⸃ τὸ ἐσφαγμένον λαβεῖν *⸂2τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν⸃ καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 Καὶ πᾶν κτίσμα ὃ *⸆ *⸂ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς,⸃ καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης *⸂2ἐστίν,⸃ καὶ τὰ ἐν αὐτοῖς, *⸂3πάντας⸃ ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ *⸂4τοῦ θρόνου⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. *⸋Ἀμήν.⸌ 14 Καὶ *⸂τὰ τέσσαρα ζῷα *⸂2λέγοντα⸃ *⸋τὸ⸌ Ἀμήν. Καὶ οἱ πρεσβύτεροι⸃ ἔπεσον, καὶ προσεκύνησαν. *⸆
* 5:1 ⸂ ἔσωθεν καὶ ἔξωθεν RP f 35 ¦ ἔσωθεν καὶ ὄπισθεν TR TNT2 WH NA NIV SBL * 5:2 ⸋ ἐν RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 5:2 ⸂ ἄξιός ἐστιν RP ¦ ἄξιός f 35 TNT2 WH NA NIV SBL ¦ ἐστιν ἄξιός TR * 5:3 ⸂ ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς RP ¦ ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς f 35 TR TNT2 WH NA NIV SBL * 5:3 ⸂2 οὔτε RP TNT2 WH NA NIV SBL ¦ οὐδὲ f 35 TR * 5:4 ⸋ ἐγὼ RP f 35 TR TNT2 WH SBL ¦ – NA NIV * 5:4 ⸂ πολύ RP f 35 TNT2 WH NA NIV SBL ¦ πολλὰ TR * 5:4 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ καὶ ἀναγνῶναι f 35 TR * 5:5 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὢν TR * 5:5 ⸂ ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας RP ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας f 35 TNT2 WH NA NIV SBL ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας TR * 5:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ ἰδού TR * 5:6 ⸂ ἑστηκὸς … ἔχον RP f 35 TR ¦ ἑστηκὼς … ἔχων TNT2 ¦ ἑστηκὸς … ἔχων WH NA NIV SBL * 5:6 ⸂2 κέρατα ἑπτὰ … ἅ εἰσιν … ἀποστελλόμενα RP f 35 ¦ κέρατα ἑπτὰ … οἵ εἰσι … τὰ ἀπεσταλμένα TR ¦ κέρατα ἑπτὰ … οἵ εἰσιν … ἀπεσταλμένοι TNT2 WH NA NIV SBL * 5:6 ⸉ πνεύματα τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ θεοῦ πνεύματα TR * 5:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ βιβλίον TR * 5:8 ⸂ κιθάραν RP TNT2 WH NA NIV SBL ¦ κιθάρας f 35 TR * 5:8 ⸆ – RP ¦ αἱ f 35 TR TNT2 WH NA NIV SBL * 5:9 ⸋ ἡμᾶς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 5:10 ⸂ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύσουσιν RP f 35 NA NIV ¦ καὶ ἐποίησας ἡμᾶς … καὶ βασιλεύσομεν TR ¦ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύουσιν TNT2 WH SBL * 5:10 ⸂2 βασιλεῖς καὶ ἱερεῖς RP f 35 TR ¦ βασιλείαν καὶ ἱερεῖς TNT2 WH NA NIV SBL * 5:11 ⸋ ὡς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:11 ⸂ κύκλῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ κύκλοθεν TR * 5:11 ⸂2 καὶ ἦν … μυριάδων, καὶ χιλιάδες χιλιάδων RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ χιλιάδες χιλιάδων TR * 5:12 ⸂ Ἄξιόν … τὸ ἀρνίον RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ Ἄξιός … τὸ ἀρνίον NA25 * 5:12 ⸂2 τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν RP ¦ τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν f 35 TR TNT2 WH NA NIV SBL * 5:13 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐστιν f 35 TR * 5:13 ⸂ ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ TR * 5:13 ⸂2 ἐστίν RP WH NA25 ¦ ἅ ἐστίν f 35 ¦ ἅ ἐστί TR ¦ – TNT2 NA27+28 NIV SBL * 5:13 ⸂3 πάντας RP f 35 ¦ πάντα TR TNT2 WH NA NIV SBL * 5:13 ⸂4 τοῦ θρόνου RP f 35 TR TNT2 WH ¦ τῷ θρόνῳ NA NIV SBL * 5:13 ⸋ Ἀμήν. RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:14 ⸂ τὰ τέσσαρα ζῷα … Καὶ οἱ πρεσβύτεροι RP f 35 NA27+28 NIV SBL ¦ τὰ τέσσαρα ζῷα … Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι TR ¦ τὰ τέσσερα ζῷα … Καὶ οἱ πρεσβύτεροι TNT2 WH NA25 * 5:14 ⸂2 λέγοντα RP f 35 ¦ ἔλεγον TR TNT2 WH NA NIV SBL * 5:14 ⸋ τὸ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:14 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ζῶντι εἰς τοὺς αἰωνας τῶν αἰώνων TR