6
1 Καὶ εἶδον *⸂ὅτι⸃ ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν *⸋ἑπτὰ⸌ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς *⸂2φωνὴ⸃ βροντῆς, Ἔρχου *⸂3καὶ ἴδε.⸃ 2 *⸆ Καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ *⸂αὐτὸν⸃ ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν, καὶ ἵνα νικήσῃ.
3 Καὶ ὅτε ἤνοιξεν *⸂τὴν δευτέραν σφραγῖδα,⸃ ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου. *⸆ 4 Καὶ ἐξῆλθεν ἄλλος ἵππος *⸂πυρός·⸃ καὶ τῷ καθημένῳ ἐπ᾽ *⸂2αὐτὸν⸃ ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην *⸂3ἐκ⸃ τῆς γῆς, *⸆ ἵνα ἀλλήλους *⸂4σφάξωσιν·⸃ καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5 Καὶ ὅτε ἤνοιξεν *⸂τὴν σφραγῖδα τὴν τρίτην,⸃ ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου *⸂2καὶ ἴδε.⸃ *⸆ Καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽ *⸂3αὐτὸν⸃ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6 Καὶ ἤκουσα *⸆ φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες *⸂κριθῆς⸃ δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα *⸆ τοῦ τετάρτου ζῴου *⸂λέγοντος,⸃ Ἔρχου *⸂2καὶ ἴδε.⸃ 8 *⸆ Καὶ ἰδού, ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ *⸂ὁ Θάνατος, καὶ ὁ ᾍδης⸃ *⸂2ἠκολούθει⸃ *⸂3αὐτῷ.⸃ Καὶ ἐδόθη *⸂4αὐτῷ⸃ ἐξουσία *⸉ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι⸊ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9 Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς *⸆ τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν *⸋τοῦ ἀρνίου⸌ ἣν εἶχον, 10 καὶ *⸂ἔκραξαν⸃ φωνῇ μεγάλῃ, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, *⸂2ὁ ἅγιος καὶ ἀληθινός,⸃ οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν *⸂3ἐκ⸃ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 Καὶ *⸂ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή,⸃ καὶ ἐρρέθη αὐτοῖς ἵνα *⸂2ἀναπαύσωνται⸃ ἔτι χρόνον, *⸆ ἕως *⸆2 *⸂3πληρώσωσιν⸃ καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν *⸋καὶ⸌ οἱ μέλλοντες ἀποκτένεσθαι ὡς καὶ αὐτοί.
12 Καὶ εἶδον *⸆ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ *⸆2 σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος *⸉μέλας ἐγένετο⸊ ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη *⸋ὅλη⸌ ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ *⸂βαλοῦσα⸃ τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ *⸉ἀνέμου μεγάλου⸊ σειομένη. 14 Καὶ *⸋ὁ⸌ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15 Καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, *⸉καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι,⸊ καὶ οἱ *⸂ἰσχυροί,⸃ καὶ *⸂2πᾶς δοῦλος καὶ ἐλεύθερος,⸃ ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, 16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐφ᾽ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου· 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς *⸂αὐτοῦ,⸃ καὶ τίς δύναται σταθῆναι;
* 6:1 ⸂ ὅτι RP f 35 ¦ ὅτε TR TNT2 WH NA NIV SBL * 6:1 ⸋ ἑπτὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 6:1 ⸂2 φωνὴ RP f 35 TNT2 NA27+28 NIV ¦ φωνὴς TR ¦ φωνῇ WH NA25 SBL * 6:1 ⸂3 καὶ ἴδε RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR * 6:2 ⸆ – RP ¦ Καὶ εἶδον f 35 TR TNT2 WH NA NIV SBL * 6:2 ⸂ αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR * 6:3 ⸂ τὴν δευτέραν σφραγῖδα RP f 35 TR ¦ τὴν σφραγῖδα τὴν δευτέραν TNT2 WH NA NIV SBL * 6:3 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR * 6:4 ⸂ πυρός RP ¦ πυρρός f 35 TR TNT2 WH NA NIV SBL * 6:4 ⸂2 αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR * 6:4 ⸂3 ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR * 6:4 ⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL * 6:4 ⸂4 σφάξωσιν RP f 35 ¦ σφάξωσι TR ¦ σφάξουσιν TNT2 WH NA NIV SBL * 6:5 ⸂ τὴν σφραγῖδα τὴν τρίτην RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν τρίτην σφραγῖδα TR * 6:5 ⸂2 καὶ ἴδε RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR * 6:5 ⸆ – RP ¦ Καὶ εἶδον f 35 TR TNT2 WH NA NIV SBL * 6:5 ⸂3 αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR * 6:6 ⸆ – RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL * 6:6 ⸂ κριθῆς RP f 35 TR ¦ κριθῶν TNT2 WH NA NIV SBL * 6:7 ⸆ – RP ¦ φωνὴν f 35 TR TNT2 WH NA NIV SBL * 6:7 ⸂ λέγοντος RP f 35 TNT2 WH NA NIV SBL ¦ λέγουσαν TR * 6:7 ⸂2 καὶ ἴδε RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR * 6:8 ⸆ – RP ¦ Καὶ εἶδον f 35 TR TNT2 WH NA NIV SBL * 6:8 ⸂ ὁ Θάνατος, καὶ ὁ ᾍδης RP TR TNT2 WH NA NIV SBL ¦ Θάνατος, καὶ ὁ ᾍδης f 35 * 6:8 ⸂2 ἠκολούθει RP TNT2 WH NA NIV SBL ¦ ἀκολούθει f 35 TR * 6:8 ⸂3 αὐτῷ RP ¦ μετ᾽ αὐτοῦ f 35 TR TNT2 WH NA NIV SBL * 6:8 ⸂4 αὐτῷ RP f 35 ¦ αὐτοῖς TR TNT2 WH NA NIV SBL * 6:8 ⸉ ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀποκτεῖναι ἐπὶ τὸ τέταρτον τῆς γῆς TR * 6:9 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τῶν ἀνθρωπῶν f 35 * 6:9 ⸋ τοῦ ἀρνίου RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 6:10 ⸂ ἔκραξαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔκραζον TR * 6:10 ⸂2 ὁ ἅγιος καὶ ἀληθινός RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ ἅγιος καὶ ὁ ἀληθινός TR * 6:10 ⸂3 ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR * 6:11 ⸂ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐδόθησαν ἑκάστοις στολαὶ λευκαὶ TR * 6:11 ⸂2 ἀναπαύσωνται RP f 35 TR NA25 ¦ ἀναπαύσονται TNT2 WH NA27+28 NIV SBL * 6:11 ⸆ – RP f 35 ¦ μικρόν TR TNT2 WH NA NIV SBL * 6:11 ⸆2 – RP TNT2 WH NA NIV SBL ¦ οὗ f 35 TR * 6:11 ⸂3 πληρώσωσιν RP f 35 TNT2 ¦ πληρώσονται TR ¦ πληρωθῶσιν WH NA NIV SBL * 6:11 ⸋ καὶ RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL * 6:12 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35 * 6:12 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἰδού TR * 6:12 ⸉ μέλας ἐγένετο RP f 35 ¦ ἐγένετο μέλας TR TNT2 WH NA NIV SBL * 6:12 ⸋ ὅλη RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 6:13 ⸂ βαλοῦσα RP ¦ βάλλει f 35 TR TNT2 WH NA NIV SBL * 6:13 ⸉ ἀνέμου μεγάλου RP TNT2 WH NA NIV SBL ¦ μεγάλου ἀνέμου f 35 TR * 6:14 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 6:15 ⸉ καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ οἱ πλούσιοι, καὶ οἱ χιλίαρχοι TR * 6:15 ⸂ ἰσχυροί RP f 35 TNT2 WH NA NIV SBL ¦ δυνατοὶ TR * 6:15 ⸂2 πᾶς δοῦλος καὶ ἐλεύθερος RP TNT2 WH NA NIV SBL ¦ πᾶς δοῦλος καὶ πᾶς ἐλεύθερος f 35 TR * 6:17 ⸂ αὐτοῦ RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL