4
1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος *⸂λαλούσης μετ᾽ ἐμοῦ, λέγων,⸃ Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. 2 *⸋Καὶ⸌ εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ *⸂τὸν θρόνον⸃ καθήμενος, 3 *⸆ *⸂ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὁμοίως ὅρασις σμαραγδίνων.⸃ 4 Καὶ κυκλόθεν τοῦ θρόνου *⸂θρόνοι εἴκοσι τέσσαρες· καὶ ἐπὶ τοὺς θρόνους *⸆ *⸋τοὺς⸌ εἴκοσι τέσσαρας πρεσβυτέρους⸃ καθημένους, περιβεβλημένους *⸋2ἐν⸌ ἱματίοις λευκοῖς, καὶ *⸆2 ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ *⸉φωναὶ καὶ βρονταί.⸊ Καὶ *⸂ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου *⸋αὐτοῦ,⸌ αἵ εἰσιν ἑπτὰ πνεύματα⸃ τοῦ θεοῦ· 6 καὶ ἐνώπιον τοῦ θρόνου *⸋ὡς⸌ θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. 7 Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον *⸂ἔχον⸃ *⸆ πρόσωπον *⸂2ἀνθρώπου,⸃ καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ. 8 Καὶ *⸋τὰ⸌ τέσσαρα ζῷα, *⸂ἓν καθ᾽ ἓν⸃ *⸂2ἔχον⸃ ἀνὰ πτέρυγας ἓξ κυκλόθεν, καὶ ἔσωθεν *⸂3γέμουσιν⸃ ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός, *⸂4λέγοντες,⸃ *⸂5Ἅγιος, ἅγιος, ἅγιος,⸃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. 9 Καὶ ὅταν *⸂δῶσιν⸃ τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ *⸂2τοῦ θρόνου,⸃ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ *⸂εἴκοσι τέσσαρες⸃ πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ *⸂2προσκυνήσουσιν⸃ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ *⸂3βαλοῦσιν⸃ τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, 11 Ἄξιος εἶ, *⸂ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, ὁ ἅγιος,⸃ λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας *⸆ πάντα, καὶ διὰ τὸ θέλημά σου *⸂2ἦσαν⸃ καὶ ἐκτίσθησαν.
* 4:1 ⸂ λαλούσης … λέγων RP TNT2 WH NA NIV SBL ¦ λαλούσης … λέγουσα f 35 TR * 4:2 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:2 ⸂ τὸν θρόνον RP TNT2 WH NA NIV SBL ¦ τοῦ θρόνου f 35 TR * 4:3 ⸆ – RP f 35 ¦ καὶ ὁ καθήμενος ἦν TR ¦ καὶ ὁ καθήμενος TNT2 WH NA NIV SBL * 4:3 ⸂ ὅμοιος ὁράσει λίθῳ … καὶ ἶρις … ὁμοίως ὅρασις σμαραγδίνων RP ¦ ὅμοιος ὁράσει λίθῳ … καὶ ἶρις … ὁμοία ὅράσει σμαραγδίνῳ f 35 ¦ ὅμοιος ὁράσει λίθῳ … καὶ ἶρις … ὅμοιος ὅράσει σμαραγδίνῳ TR TNT2 WH NA NIV SBL * 4:4 ⸂ θρόνοι εἴκοσι τέσσαρες … εἴκοσι τέσσαρας πρεσβυτέρους RP f 35 TNT2 WH SBL ¦ θρόνοι εἴκοσι καὶ τέσσαρες … εἴκοσι καὶ τέσσαρας πρεσβυτέρους TR ¦ θρόνους εἴκοσι τέσσαρας … εἴκοσι τέσσαρας πρεσβυτέρους NA25 ¦ θρόνους εἴκοσι τέσσαρες … εἴκοσι τέσσαρας πρεσβυτέρους NA27+28 NIV * 4:4 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ εἴδον f 35 TR * 4:4 ⸋ τοὺς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:4 ⸋2 ἐν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 4:4 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔσχον TR * 4:5 ⸉ φωναὶ καὶ βρονταί RP f 35 TNT2 WH NA NIV SBL ¦ βρονταί καὶ φωναὶ TR * 4:5 ⸂ ἑπτὰ λαμπάδες … αἵ εἰσιν ἑπτὰ πνεύματα RP f 35 ¦ ἑπτὰ λαμπάδες … αἵ εἰσι(ν) τὰ ἑπτὰ πνεύματα TR TNT2 ¦ ἑπτὰ λαμπάδες … ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα WH NA NIV SBL * 4:5 ⸋ αὐτοῦ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 4:6 ⸋ ὡς RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 4:7 ⸂ ἔχον RP f 35 TR ¦ ἔχων TNT2 WH NA NIV SBL * 4:7 ⸆ – RP ¦ τὸ f 35 TR TNT2 WH NA NIV SBL * 4:7 ⸂2 ἀνθρώπου RP ¦ ὡς ἀνθρώπος f 35 TR ¦ ὡς ἀνθρώπου TNT2 WH NA NIV SBL * 4:8 ⸋ τὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 4:8 ⸂ ἓν καθ᾽ ἓν RP ¦ ἓν καθ᾽ ἓν αὐτῶν f 35 WH NA NIV SBL ¦ ἓν καθ᾽ ἑαυτὸ TR ¦ ἓν ἕκαστον αὐτῶν TNT2 * 4:8 ⸂2 ἔχον RP f 35 ¦ εἴχον TR ¦ ἔχων TNT2 WH NA NIV SBL * 4:8 ⸂3 γέμουσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ γέμοντα TR * 4:8 ⸂4 λέγοντες RP TNT2 WH NA NIV SBL ¦ λέγοντα f 35 TR * 4:8 ⸂5 Ἅγιος, ἅγιος, ἅγιος RP TR TNT2 WH NA NIV SBL ¦ Ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος f 35 * 4:9 ⸂ δῶσιν RP f 35 ¦ δώσουσι TR ¦ δώσουσιν TNT2 WH NA NIV SBL * 4:9 ⸂2 τοῦ θρόνου RP f 35 TR WH ¦ τῷ θρόνῳ TNT2 NA NIV SBL * 4:10 ⸂ εἴκοσι τέσσαρες RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴκοσι καὶ τέσσαρες TR * 4:10 ⸂2 προσκυνήσουσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ προσκυνοῦσι TR * 4:10 ⸂3 βαλοῦσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ βάλλουσι TR * 4:11 ⸂ ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, ὁ ἅγιος RP f 35 ¦ κύριε TR ¦ ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν TNT2 WH NA NIV SBL * 4:11 ⸆ – RP ¦ τὰ f 35 TR TNT2 WH NA NIV SBL * 4:11 ⸂2 ἦσαν RP TNT2 WH NA NIV SBL ¦ εἰσὶν f 35 ¦ εἰσὶ TR