ΠΕΤΡΟΥ Β΄
1
Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ, καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν· ὡς *πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς *διὰ δόξης καὶ ἀρετῆς· διὧντὰ *τίμια ἡμῖν καὶ μέγισταἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν *κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ *τοῦτο δέ,⸊ σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ ἐπίγνωσιν. γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ *ἁμαρτιῶν.⸃ 10 Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε· 11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ.
12 Διὸ *οὐκ ἀμελήσω ἀεὶ ὑμᾶςὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας, καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 Δίκαιον δὲ ἡγοῦμαι, ἐφὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει· 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ κύριος ἡμῶν Ἰησοῦς χριστὸς ἐδήλωσέν μοι. 15 Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. 16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 Λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, *Οὗτός ἐστιν υἱός μου ἀγαπητός,⸃ εἰς ὃν ἐγὼ εὐδόκησα· 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν *τῷ ὄρει τῷ ἁγίῳ.⸃ 19 Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· 20 τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. 21 Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη *ποτὲ προφητεία,⸊ ἀλλὑπὸ πνεύματος ἁγίου φερόμενοι *ἐλάλησαν ἅγιοι θεοῦ ἄνθρωποι.⸃
* 1:3 ⸆ – RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ τὰ NA25 * 1:3 ⸂ διὰ δόξης καὶ ἀρετῆς· δι᾽ ὧν RP f 35 TR ¦ ἰδίᾳ δόξῃ καὶ ἀρετῇ· δι᾽ ὧν TNT2 WH NA NIV SBL * 1:4 ⸉ τίμια ἡμῖν καὶ μέγιστα RP f 35 ¦ μέγιστα ἡμῖν καὶ τίμια TR ¦ μέγιστα καὶ τίμια ἡμῖν TNT2 ¦ τίμια καὶ μέγιστα ἡμῖν WH NA NIV SBL * 1:4 ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL * 1:5 ⸉ τοῦτο δέ RP TR TNT2 WH NA NIV SBL ¦ δέ τοῦτο f 35 * 1:9 ⸂ ἁμαρτιῶν RP f 35 TR WH NA NIV ¦ ἁμαρτημάτων TNT2 SBL * 1:12 ⸂ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς RP f 35 ¦ οὐκ ἀμελήσω ὑμᾶς ἀεὶ TR ¦ μελλήσω ἀεὶ ὑμᾶς TNT2 WH NA NIV SBL * 1:17 ⸂ Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός RP f 35 TR TNT2 ¦ Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν WH NA NIV SBL * 1:18 ⸂ τῷ ὄρει τῷ ἁγίῳ RP f 35 TR ¦ τῷ ἁγίῳ ὄρει TNT2 WH NA NIV SBL * 1:21 ⸉ ποτὲ προφητεία RP f 35 TR ¦ προφητεία ποτέ TNT2 WH NA NIV SBL * 1:21 ⸂ ἐλάλησαν ἅγιοι θεοῦ ἄνθρωποι RP f 35 TNT2 ¦ ἐλάλησαν οἱ ἅγιοι θεοῦ ἄνθρωποι TR ¦ ἐλάλησαν ἀπὸ θεοῦ ἄνθρωποι WH NA NIV SBL