5
1 Πρεσβυτέρους ⸆ ⸋τοὺς⸌ ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·
2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸋ἐπισκοποῦντες⸌ μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως· ⸆ μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·
3 μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.
4 Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5 Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ⸋ὑποτασσόμενοι,⸌ τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει ⸂περὶ⸃ ὑμῶν.
8 Νήψατε, γρηγορήσατε· ⸆ ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, ⸂περιπατεῖ⸃ ζητῶν ⸂2τίνα καταπίῃ·⸃
9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸆ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10 Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ⸂ὑμᾶς⸃ εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸂2χριστῷ Ἰησοῦ,⸃ ὀλίγον παθόντας αὐτὸς ⸂3καταρτίσαι ὑμᾶς· στηρίξει, σθενώσει, θεμελιώσει.⸃
11 Αὐτῷ ⸋ἡ δόξα καὶ⸌ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸋2τῶν αἰώνων.⸌ Ἀμήν.
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν ⸂ἑστήκατε.⸃
13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.
14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸂χριστῷ Ἰησοῦ.⸃ ⸋Ἀμήν.⸌