2
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. Καὶ *πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διοὓς ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἀπώλεια αὐτῶν οὐ *νυστάξει.⸃ Εἰ γὰρ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν *τηρουμένους·⸃ καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας *καταστροφῇκατέκρινεν, ὑπόδειγμα μελλόντων *ἀσεβεῖντεθεικώς· καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο· βλέμματι γὰρ καὶ ἀκοῇ *δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· οἶδεν κύριος εὐσεβεῖς ἐκ *πειρασμοῦῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες· 11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν καταὐτῶν *παρὰ κυρίῳβλάσφημον κρίσιν. 12 Οὗτοι δέ, ὡς ἄλογα ζῷα *φυσικὰ γεγενημέναεἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν *καταφθαρήσονται,⸃ 13 *κομιούμενοιμισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς *2ἀπάταιςαὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην *πλεονεξίαςἔχοντες, κατάρας τέκνα· 15 καταλιπόντες *εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. 17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, **νεφέλαιὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ζόφος τοῦ σκότους *2εἰς αἰῶνατετήρηται. 18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, *ἀσελγείαις,⸃ τοὺς *2ὄντως*3ἀποφυγόνταςτοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· γάρ τις ἥττηται, τούτῳ *καὶδεδούλωται. 20 Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει *τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ,⸃ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἐπιγνοῦσιν *ἐπιστρέψαιἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 Συμβέβηκεν *δὲαὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς *κύλισμαβορβόρου.
* 2:2 ⸂ πολλοὶ … ταῖς ἀσελγείαις, δι᾽ οὓς RP TNT2 WH NA NIV SBL ¦ πολλοὶ … ταῖς ἀσελγείαις, δι᾽ ἃς f 35 ¦ πολλοὶ … ταῖς ἀπωλείαις, δι᾽ οὓς TR * 2:3 ⸂ νυστάξει RP f 35 ¦ νυστάζει TR TNT2 WH NA NIV SBL * 2:4 ⸂ τηρουμένους RP f 35 TNT2 WH NA NIV SBL ¦ τετηρημένους TR * 2:6 ⸋ καταστροφῇ RP f 35 TR TNT2 NA NIV11 SBL ¦ – WH NIV73 * 2:6 ⸂ ἀσεβεῖν RP f 35 TR TNT2 NA25+28 ¦ ἀσεβέσιν WH NA27 NIV SBL * 2:8 ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 2:9 ⸂ πειρασμοῦ RP TR TNT2 WH NA NIV SBL ¦ πειρασμῶν f 35 * 2:11 ⸂ παρὰ κυρίῳ RP f 35 TR TNT2 WH NA25+28 ¦ παρὰ κυρίου NA27 NIV ¦ – SBL * 2:12 ⸉ φυσικὰ γεγενημένα RP TR ¦ γεγενημένα φυσικὰ f 35 ¦ γεγεννημένα φυσικὰ TNT2 WH NA NIV SBL * 2:12 ⸂ καταφθαρήσονται RP f 35 TR ¦ καὶ φθαρήσονται TNT2 WH NA NIV SBL * 2:13 ⸂ κομιούμενοι RP f 35 TR TNT2 ¦ ἀδικούμενοι WH NA NIV SBL * 2:13 ⸂2 ἀπάταις RP f 35 TR WH NA NIV SBL ¦ ἀγάπαις TNT2 * 2:14 ⸂ πλεονεξίας RP f 35 TNT2 WH NA NIV SBL ¦ πλεονεξίαις TR * 2:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR * 2:17 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 2:17 ⸂ νεφέλαι RP f 35 TR ¦ ὁμίχλαι TNT2 WH NA NIV SBL * 2:17 ⸂2 εἰς αἰῶνα RP TR ¦ εἰς αἰῶνας f 35 ¦ – TNT2 WH NA NIV SBL * 2:18 ⸂ ἀσελγείαις RP TR TNT2 WH NA NIV SBL ¦ ἀσελγείας f 35 * 2:18 ⸂2 ὄντως RP f 35 TR NA28 ¦ ὀλίγως TNT2 WH NA25+27 NIV SBL * 2:18 ⸂3 ἀποφυγόντας RP f 35 TR ¦ ἀποφεύγοντας TNT2 WH NA NIV SBL * 2:19 ⸋ καὶ RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 2:20 ⸂ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ RP f 35 TR TNT2 WH NA25+28 SBL ¦ τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ NA27 NIV * 2:21 ⸂ ἐπιστρέψαι RP f 35 TR ¦ ὑποστρέψαι TNT2 WH NA NIV SBL * 2:22 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:22 ⸂ κύλισμα RP f 35 TR ¦ κυλισμὸν TNT2 WH NA NIV SBL