14
Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· ἔλεγον *δέ,⸃ Μὴ ἐν τῇ ἑορτῇ, μήποτε *θόρυβος ἔσταιτοῦ λαοῦ.
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· *καὶσυντρίψασα *τὸἀλάβαστρον, κατέχεεν αὐτοῦ *2κατὰτῆς κεφαλῆς. Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, *καὶ λέγοντες,⸌ Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; Ἠδύνατο γὰρ τοῦτο *πραθῆναι ἐπάνω *τριακοσίων δηναρίων,⸊ καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο *ἐν ἐμοί.⸃ Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε *αὐτοὺς*εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. *ἔσχεν*αὕτηἐποίησεν· προέλαβεν μυρίσαι *μου τὸ σῶμαεἰς τὸν ἐνταφιασμόν. Ἀμὴν *δὲλέγω ὑμῖν, ὅπου *ἐὰνκηρυχθῇ τὸ εὐαγγέλιον *2τοῦτοεἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 Καὶ *Ἰούδας Ἰσκαριώτης, *εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα *παραδῷ αὐτὸναὐτοῖς. 11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ *ἀργύριονδοῦναι· καὶ ἐζήτει πῶς *εὐκαίρως αὐτὸν παραδῷ.⸊
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες *ἑτοιμάσωμενἵνα φάγῃς τὸ Πάσχα; 13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου *ἐὰνεἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμα, *ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· *ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ *αὐτοῦ,⸌ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, *εἶπεν Ἰησοῦς,⸊ Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ἐσθίων μετἐμοῦ. 19 *Οἱ δὲἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθεἷς, Μήτι ἐγώ; *2Καὶ ἄλλος, Μήτι ἐγώ;⸌ 20  δὲ *ἀποκριθεὶςεἶπεν αὐτοῖς, Εἷς *2ἐκτῶν δώδεκα, ἐμβαπτόμενος μετἐμοῦ εἰς τὸ *τρυβλίον. 21 * μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διοὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν *ἦναὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος.
22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν * Ἰησοῦςἄρτον *εὐλογήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, Λάβετε, *2φάγετε·⸌ τοῦτό ἐστιν τὸ σῶμά μου. 23 Καὶ λαβὼν *τὸποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς· καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου, *τὸτῆς *2καινῆςδιαθήκης, τὸ *περὶ πολλῶν ἐκχυνόμενον.⸃ 25 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
27 Καὶ λέγει αὐτοῖς Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε *ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ·⸌ ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ *διασκορπισθήσεται τὰ πρόβατα.⸃ 28 *Ἀλλὰ μετὰτὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29  δὲ Πέτρος ἔφη αὐτῷ, *Καὶ εἰπάντες σκανδαλισθήσονται, ἀλλοὐκ ἐγώ. 30 Καὶ λέγει αὐτῷ Ἰησοῦς, Ἀμὴν λέγω σοι, ὅτι *σὺσήμερον *2ἐν*τῇ νυκτὶ ταύτῃ,⸊ πρὶν δὶς ἀλέκτορα φωνῆσαι, τρὶς *2ἀπαρνήσῃ με.⸊ 31  δὲ *ἐκπερισσοῦ ἔλεγεν μᾶλλον,⸃ Ἐάν *με δέῃσυναποθανεῖν σοι, οὐ μή σε *2ἀπαρνήσωμαι.⸃ Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως *προσεύξωμαι.⸃ 33 Καὶ παραλαμβάνει *τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην*2μεθἑαυτοῦ,⸃ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 Καὶ *προσελθὼνμικρόν, *2ἔπεσενἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπαὐτοῦ ὥρα. 36 Καὶ ἔλεγεν, Ἀββᾶ, πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον *ἀπἐμοῦ τοῦτο·⸊ ἀλλοὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. 37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ *εἰσέλθητεεἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής. 39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40 Καὶ *ὑποστρέψας εὗρεν αὐτοὺς πάλινκαθεύδοντας· ἦσαν γὰρ *οἱ ὀφθαλμοὶ αὐτῶν*2βεβαρημένοι,⸃ καὶ οὐκ ᾔδεισαν τί *2αὐτῷ ἀποκριθῶσιν.⸊ 41 Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε *λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ὥρα· ἰδού, παραδίδοται υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 Ἐγείρεσθε, ἄγωμεν· ἰδού, παραδιδούς με ἤγγικεν.
43 Καὶ *εὐθέως,⸃ ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται *Ἰούδας, *2 εἷς *ὢντῶν δώδεκα, καὶ μεταὐτοῦ ὄχλος *2πολὺςμετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 Δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν, καὶ *ἀπαγάγετεἀσφαλῶς. 45 Καὶ ἐλθών, *εὐθέωςπροσελθὼν αὐτῷ λέγει *αὐτῷ,⸌ Ῥαββί, *2ῥαββί·⸌ καὶ κατεφίλησεν αὐτόν. 46 Οἱ δὲ ἐπέβαλον *ἐπαὐτὸν τὰς χεῖρας αὐτῶν,⸃ καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ *τιςτῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ *ὠτίον.⸃ 48 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 Καθἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλἵνα πληρωθῶσιν αἱ γραφαί. 50 Καὶ ἀφέντες αὐτὸν *πάντες ἔφυγον.⸊
51 Καὶ *εἷς*τις νεανίσκος*ἠκολούθησεναὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν *2οἱ νεανίσκοι·⸌ 52  δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν *ἀπαὐτῶν.⸌
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται *αὐτῷπάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 Καὶ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν· καὶ οὐχ εὕρισκον. 56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν καταὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν καταὐτοῦ, λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 Καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν. 60 Καὶ ἀναστὰς ἀρχιερεὺς εἰς *μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; 61  δὲ ἐσιώπα, καὶ *οὐδὲν ἀπεκρίνατο.⸃ Πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ χριστός, υἱὸς τοῦ εὐλογητοῦ; 62  δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου *ἐκ δεξιῶν καθήμενοντῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63  δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 Ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν *εἶναι ἔνοχονθανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν *τὸ πρόσωπον αὐτοῦ,⸊ καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν *ἔβαλλον.⸃
66 Καὶ ὄντος τοῦ Πέτρου *ἐν τῇ αὐλῇ κάτω,⸊ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ *μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.⸃ 68  δὲ ἠρνήσατο, λέγων, *Οὐκοἶδα, *2οὐδὲἐπίσταμαι *τί σὺλέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· *3καὶ ἀλέκτωρ ἐφώνησεν.⸃ 69 Καὶ παιδίσκη ἰδοῦσα αὐτὸν *πάλιν ἤρξατολέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν. 70  δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, *καὶ λαλιά σου ὁμοιάζει.⸌ 71  δὲ ἤρξατο ἀναθεματίζειν καὶ *ὀμνύναιὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 Καὶ *ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη Πέτρος *τὸ ῥῆμα εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα *φωνῆσαι δίς,⸊ *2ἀπαρνήσῃ με τρίς.⸊ Καὶ ἐπιβαλὼν ἔκλαιεν.
* 14:2 ⸂ δέ RP f 35 TR ¦ γάρ TNT2 WH NA NIV SBL * 14:2 ⸉ θόρυβος ἔσται RP f 35 TR ¦ ἔσται θόρυβος TNT2 WH NA NIV SBL * 14:3 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:3 ⸂ τὸ RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL * 14:3 ⸋2 κατὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:4 ⸋ καὶ λέγοντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:5 ⸆ – RP f 35 TR ¦ τὸ μύρον TNT2 WH NA NIV SBL * 14:5 ⸉ τριακοσίων δηναρίων RP f 35 TR ¦ δηναρίων τριακοσίων TNT2 WH NA NIV SBL * 14:6 ⸂ ἐν ἐμοί RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰς ἐμέ TR * 14:7 ⸂ αὐτοὺς RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL * 14:7 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ πάντοτε WH * 14:8 ⸂ ἔσχεν RP f 35 TNT2 WH NA NIV SBL ¦ εἶχεν TR * 14:8 ⸋ αὕτη RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:8 ⸉ μου τὸ σῶμα RP f 35 TR ¦ τὸ σῶμά μου TNT2 WH NA NIV SBL * 14:9 ⸋ δὲ TNT2 WH NA NIV SBL ¦ – RP f 35 TR * 14:9 ⸂ ἐὰν RP f 35 WH NA NIV SBL ¦ ἂν TR TNT2 * 14:9 ⸋2 τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:10 ⸋ ὁ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 14:10 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 14:10 ⸉ παραδῷ αὐτὸν RP f 35 TR ¦ αὐτὸν παραδοῖ TNT2 WH NA NIV SBL * 14:11 ⸂ ἀργύριον RP TR TNT2 WH NA NIV SBL ¦ ἀργύρια f 35 * 14:11 ⸉ εὐκαίρως αὐτὸν παραδῷ RP f 35 TR ¦ αὐτὸν εὐκαίρως παραδοῖ TNT2 WH NA NIV SBL * 14:12 ⸂ ἑτοιμάσωμεν RP TR TNT2 WH NA NIV SBL ¦ ἑτοιμάσομεν f 35 * 14:14 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 14:14 ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL * 14:15 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 14:16 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:18 ⸉ εἶπεν ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ ὁ Ἰησοῦς εἶπεν WH NA NIV SBL * 14:19 ⸋ Οἱ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:19 ⸋2 Καὶ ἄλλος, Μήτι ἐγώ; RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:20 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:20 ⸋2 ἐκ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:20 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἓν WH NA25 * 14:21 ⸆ – RP f 35 TR ¦ Ὅτι TNT2 WH NA NIV SBL * 14:21 ⸋ ἦν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:22 ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL * 14:22 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35 * 14:22 ⸋2 φάγετε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:23 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:24 ⸋ τὸ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:24 ⸋2 καινῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:24 ⸂ περὶ πολλῶν ἐκχυνόμενον RP f 35 TR ¦ ἐκχυννόμενον ὑπὲρ πολλῶν TNT2 WH NA NIV SBL * 14:27 ⸋ ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:27 ⸂ διασκορπισθήσεται τὰ πρόβατα RP f 35 TR ¦ τὰ πρόβατα διασκορπισθήσονται TNT2 WH NA NIV SBL * 14:28 ⸂ Ἀλλὰ μετὰ RP TR TNT2 WH NA NIV SBL ¦ Μετὰ δὲ f 35 * 14:29 ⸉ Καὶ εἰ RP f 35 TR ¦ Εἰ καὶ TNT2 WH NA NIV SBL * 14:30 ⸋ σὺ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 14:30 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:30 ⸉ τῇ νυκτὶ ταύτῃ RP f 35 TR ¦ ταύτῃ τῇ νυκτὶ TNT2 WH NA NIV SBL * 14:30 ⸉2 ἀπαρνήσῃ με RP f 35 TR ¦ με ἀπαρνήσῃ TNT2 WH NA NIV SBL * 14:31 ⸂ ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP f 35 ¦ ἐκπερισσοῦ ἔλεγε μᾶλλον TR ¦ ἐκπερισσῶς ἐλάλει TNT2 WH NA NIV SBL * 14:31 ⸉ με δέῃ RP f 35 TR ¦ δέῃ με TNT2 WH NA NIV SBL * 14:31 ⸂2 ἀπαρνήσωμαι RP f 35 ¦ ἀπαρνήσομαι TR TNT2 WH NA NIV SBL * 14:32 ⸂ προσεύξωμαι RP TR TNT2 WH NA NIV SBL ¦ προσεύξομαι f 35 * 14:33 ⸂ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην RP f 35 TNT2 NIV73 SBL ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην TR ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάνην WH ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην NA NIV11 * 14:33 ⸂2 μεθ᾽ ἑαυτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL * 14:35 ⸂ προσελθὼν RP ¦ προελθὼν f 35 TR TNT2 WH NA NIV SBL * 14:35 ⸂2 ἔπεσεν RP f 35 TR TNT2 ¦ ἔπιπτεν WH NA NIV SBL * 14:36 ⸉ ἀπ᾽ ἐμοῦ τοῦτο RP f 35 TR ¦ τοῦτο ἀπ᾽ ἐμοῦ TNT2 WH NA NIV SBL * 14:38 ⸂ εἰσέλθητε RP f 35 TR TNT2 ¦ ἔλθητε WH NA NIV SBL * 14:40 ⸂ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP f 35 TR ¦ ἐλθὼν εὗρεν αὐτοὺς TNT2 ¦ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NA NIV SBL * 14:40 ⸉ οἱ ὀφθαλμοὶ αὐτῶν RP f 35 TR TNT2 ¦ αὐτῶν οἱ ὀφθαλμοὶ WH NA NIV SBL * 14:40 ⸂2 βεβαρημένοι RP TR ¦ καταβαρυνόμενοι f 35 TNT2 WH NA NIV SBL * 14:40 ⸉2 αὐτῷ ἀποκριθῶσιν RP f 35 ¦ αὐτῷ ἀποκριθῶσι TR ¦ ἀποκριθῶσιν αὐτῷ TNT2 WH NA NIV SBL * 14:41 ⸆ – RP f 35 TNT2 ¦ τὸ TR WH NA NIV SBL * 14:43 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 14:43 ⸆ – RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ TNT2 WH NA25 * 14:43 ⸆2 – RP f 35 TR WH NA NIV SBL ¦ ὁ Ἰσκαριώτης TNT2 * 14:43 ⸋ ὢν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:43 ⸋2 πολὺς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:44 ⸂ ἀπαγάγετε RP f 35 TR ¦ ἀπάγετε TNT2 WH NA NIV SBL * 14:45 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 14:45 ⸋ αὐτῷ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 14:45 ⸋2 ῥαββί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:46 ⸂ ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν RP f 35 TR ¦ τὰς χεῖρας αὐτῷ TNT2 WH NA NIV SBL * 14:47 ⸋ τις RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 * 14:47 ⸂ ὠτίον RP f 35 TR ¦ ὠτάριον TNT2 WH NA NIV SBL * 14:50 ⸉ πάντες ἔφυγον RP f 35 TR ¦ ἔφυγον πάντες TNT2 WH NA NIV SBL * 14:51 ⸋ εἷς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:51 ⸉ τις νεανίσκος RP f 35 TR ¦ νεανίσκος τις TNT2 WH NA NIV SBL * 14:51 ⸂ ἠκολούθησεν RP f 35 ¦ ἠκολούθει TR ¦ συνηκολούθει TNT2 WH NA NIV SBL * 14:51 ⸋2 οἱ νεανίσκοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:52 ⸋ ἀπ᾽ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:53 ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:60 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR * 14:61 ⸂ οὐδὲν ἀπεκρίνατο RP f 35 TR ¦ οὐκ ἀπεκρίνατο οὐδέν TNT2 WH NA NIV SBL * 14:62 ⸉ ἐκ δεξιῶν καθήμενον RP f 35 TNT2 WH NA NIV SBL ¦ καθήμενον ἐκ δεξιῶν TR * 14:64 ⸉ εἶναι ἔνοχον RP f 35 TR ¦ ἔνοχον εἶναι TNT2 WH NA NIV SBL * 14:65 ⸉ τὸ πρόσωπον αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ τὸ πρόσωπον TNT2 WH NA NIV SBL * 14:65 ⸂ ἔβαλλον RP f 35 TR ¦ ἔλαβον TNT2 WH NA NIV SBL * 14:66 ⸉ ἐν τῇ αὐλῇ κάτω RP f 35 TR ¦ κάτω ἐν τῇ αὐλῇ TNT2 WH NA NIV SBL * 14:67 ⸂ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα RP f 35 TR ¦ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα, τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL * 14:68 ⸂ Οὐκ RP f 35 TR ¦ Οὔτε TNT2 WH NA NIV SBL * 14:68 ⸂2 οὐδὲ RP TR ¦ οὔτε f 35 TNT2 WH NA NIV SBL * 14:68 ⸉ τί σὺ RP f 35 TR ¦ σὺ τί TNT2 WH NA NIV SBL * 14:68 ⸂3 καὶ ἀλέκτωρ ἐφώνησεν RP f 35 TNT2 NA27+28 SBL ¦ καὶ ἀλέκτωρ ἐφώνησε TR ¦ – WH NA25 NIV * 14:69 ⸉ πάλιν ἤρξατο RP f 35 TR TNT2 ¦ ἤρξατο πάλιν WH NA NIV SBL * 14:70 ⸋ καὶ ἡ λαλιά σου ὁμοιάζει RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 14:71 ⸂ ὀμνύναι RP f 35 TNT2 WH NA NIV SBL ¦ ὀμνύειν TR * 14:72 ⸆ – RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 14:72 ⸂ τὸ ῥῆμα ὃ RP f 35 ¦ τοῦ ῥήματος οὖ TR ¦ τὸ ῥῆμα ὡς TNT2 WH NA NIV SBL * 14:72 ⸉ φωνῆσαι δίς RP f 35 TR NA27+28 NIV SBL ¦ δὶς φωνῆσαι TNT2 WH NA25 * 14:72 ⸉2 ἀπαρνήσῃ με τρίς RP f 35 TR ¦ τρίς με ἀπαρνήσῃ TNT2 WH NA NIV SBL