15
1 Καὶ ⸂εὐθέως⸃ ⸂2ἐπὶ τὸ πρωῒ⸃ συμβούλιον ⸂3ποιήσαντες⸃ οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν ⸋τῷ⸌ Πιλάτῳ.
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς ⸂εἶπεν αὐτῷ,⸃ Σὺ λέγεις.
3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά·
4 ὁ δὲ Πιλάτος πάλιν ⸂ἐπηρώτησεν⸃ αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου ⸂2καταμαρτυροῦσιν.⸃
5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ⸂ὅνπερ ᾐτοῦντο.⸃
7 Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸂συστασιαστῶν⸃ δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
8 Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ⸋ἀεὶ⸌ ἐποίει αὐτοῖς.
9 Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
10 Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12 Ὁ δὲ Πιλάτος ⸂ἀποκριθεὶς πάλιν εἶπεν⸃ αὐτοῖς, Τί οὖν ⸋θέλετε⸌ ποιήσω ⸋2ὃν λέγετε⸌ ⸆ βασιλέα τῶν Ἰουδαίων;
13 Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.
14 Ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ ⸉κακὸν ἐποίησεν;⸊ Οἱ δὲ ⸂περισσοτέρως⸃ ἔκραξαν, Σταύρωσον αὐτόν.
15 Ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
17 Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, ⸆ Χαῖρε, ⸂ὁ βασιλεὺς⸃ τῶν Ἰουδαίων·
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια.⸃
Καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸂2σταυρώσωσιν⸃ αὐτόν.
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ ⸆ Γολγοθᾶ τόπον, ὅ ἐστιν ⸂μεθερμηνευόμενον,⸃ Κρανίου Τόπος.
23 Καὶ ἐδίδουν αὐτῷ ⸋πιεῖν⸌ ἐσμυρνισμένον ⸂οἶνον· ὁ δὲ⸃ οὐκ ἔλαβεν.
24 Καὶ ⸂σταυρώσαντες⸃ αὐτόν, ⸆ ⸂2διαμερίζονται⸃ τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ.
25 Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.
26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
28 ⸋Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.⸌
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναόν, καὶ ⸂ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,⸃
30 σῶσον σεαυτόν, ⸂καὶ κατάβα⸃ ἀπὸ τοῦ σταυροῦ.
31 Ὁμοίως ⸆ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
32 Ὁ χριστὸς ὁ βασιλεὺς ⸋τοῦ⸌ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν ⸋2αὐτῷ.⸌ Καὶ οἱ συνεσταυρωμένοι ⸆ αὐτῷ ὠνείδιζον αὐτόν.
33 ⸂Γενομένης δὲ⸃ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
34 Καὶ τῇ ⸂ὥρᾳ τῇ ἐνάτῃ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, ⸋λέγων,⸌ Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανί; Ὅ ἐστιν μεθερμηνευόμενον, ⸂2Ὁ θεός μου, ὁ θεός μου,⸃ εἰς τί ⸉με ἐγκατέλιπες;⸊
35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, ⸂Ἰδού,⸃ Ἠλίαν φωνεῖ.
36 Δραμὼν δὲ ⸂εἷς,⸃ ⸋καὶ⸌ γεμίσας σπόγγον ὄξους, περιθείς ⸋2τε⸌ καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
37 Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ⸋κράξας⸌ ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ⸉ὁ ἄνθρωπος οὗτος⸊ υἱὸς ⸉2ἦν θεοῦ.⸊
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ⸋ἦν⸌ ⸋2καὶ⸌ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ ⸋3τοῦ⸌ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη,
41 αἳ ⸋καί,⸌ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ⸉ἦν Παρασκευή,⸊ ὅ ἐστιν ⸂προσάββατον,⸃
43 ⸂ἦλθεν⸃ Ἰωσὴφ ⸋ὁ⸌ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ· τολμήσας εἰσῆλθεν πρὸς ⸆ Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44 Ὁ δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ ⸂πάλαι⸃ ἀπέθανεν.
45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ ⸂σῶμα⸃ τῷ Ἰωσήφ.
46 Καὶ ἀγοράσας σινδόνα, ⸋καὶ⸌ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι, καὶ ⸂κατέθηκεν⸃ αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸆ Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.