13
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Καὶ * Ἰησοῦς ἀποκριθεὶςεἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ *λίθος ἐπὶ *2λίθῳ,⸃ ὃς οὐ μὴ καταλυθῇ.
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, *ἐπηρώτωναὐτὸν κατἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ *πάντα ταῦτα συντελεῖσθαι;⸊ δὲ Ἰησοῦς *ἀποκριθεὶς*αὐτοῖς ἤρξατο λέγειν,⸊ Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ *γὰρἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. Ὅταν δὲ *ἀκούσητεπολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ *γὰργενέσθαι· ἀλλοὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· *καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονταιλιμοὶ *καὶ ταραχαί·⸌ *2ἀρχαὶὠδίνων ταῦτα.
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν *γὰρὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων *σταθήσεσθεἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. 10 Καὶ εἰς πάντα τὰ ἔθνη *δεῖ πρῶτονκηρυχθῆναι τὸ εὐαγγέλιον. 11 *Ὅταν δὲ*2ἀγάγωσινὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί *3λαλήσητε,⸃ *μηδὲ μελετᾶτε·⸌ ἀλλ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 *Παραδώσει δὲἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς· 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, *τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου,⸌ *ἑστὼςὅπου οὐ δεῖ ἀναγινώσκων νοείτωτότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· 15  *δὲἐπὶ τοῦ δώματος μὴ καταβάτω *2εἰς τὴν οἰκίαν,⸌ μηδὲ εἰσελθέτω *ἆραί τιἐκ τῆς οἰκίας αὐτοῦ· 16 καὶ εἰς τὸν ἀγρὸν *ὢνμὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται * φυγὴ ὑμῶνχειμῶνος. 19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονεν τοιαύτη ἀπἀρχῆς κτίσεως *ἧςἔκτισεν θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ *κύριος ἐκολόβωσεντὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. 21 *Τότε ἐάν τις ὑμῖν εἴπῃ, *Ἰδού, ὧδε χριστός, *Ἰδού,⸃ ἐκεῖ, μὴ *2πιστεύετε.⸃ 22 Ἐγερθήσονται *γὰρψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ *2δώσουσινσημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, *καὶτοὺς ἐκλεκτούς. 23 Ὑμεῖς δὲ βλέπετε· *ἰδού,⸌ προείρηκα ὑμῖν πάντα.
24 Ἀλλἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ἥλιος σκοτισθήσεται, καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ *οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες,⸃ καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους *αὐτοῦ,⸌ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς *2αὐτοῦἐκ τῶν τεσσάρων ἀνέμων, ἀπἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν *αὐτῆς ἤδη κλάδοςἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, *γινώσκετεὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν *ταῦτα ἴδητεγινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη, μέχρι οὗ *πάντα ταῦταγένηται. 31  οὐρανὸς καὶ γῆ *παρελεύσεται·⸃ οἱ δὲ λόγοι μου οὐ *μὴ*2παρέλθωσιν.⸃ 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης **ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι *οἱἐν *2 οὐρανῷ, οὐδὲ υἱός, εἰ μὴ πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε *καὶ προσεύχεσθε·⸃ οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν. 34 Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, *καὶἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται, *ὀψέ, *μεσονυκτίου,⸃ ἀλεκτοροφωνίας, πρωΐ· 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 *δὲ ὑμῖν λέγω πᾶσιν λέγω, Γρηγορεῖτε.
* 13:2 ⸂ ὁ Ἰησοῦς ἀποκριθεὶς RP TR ¦ ἀποκριθεὶς ὁ Ἰησοῦς f 35 ¦ ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL * 13:2 ⸆ – RP TR NA25 ¦ ὧδε f 35 TNT2 WH NA27+28 NIV SBL * 13:2 ⸂2 λίθῳ RP f 35 TR ¦ λίθον TNT2 WH NA NIV SBL * 13:3 ⸂ ἐπηρώτων RP f 35 TR ¦ ἐπηρώτα TNT2 WH NA NIV SBL * 13:4 ⸉ πάντα ταῦτα συντελεῖσθαι RP f 35 TR ¦ ταῦτα συντελεῖσθαι πάντα TNT2 WH NA NIV SBL * 13:5 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:5 ⸉ αὐτοῖς ἤρξατο λέγειν RP f 35 TR ¦ ἤρξατο λέγειν αὐτοῖς TNT2 WH NA NIV SBL * 13:6 ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:7 ⸂ ἀκούσητε RP f 35 TR WH NA NIV SBL ¦ ἀκούετε TNT2 * 13:7 ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:8 ⸂ καὶ ἔσονται … καὶ ἔσονται RP f 35 TR ¦ ἔσονται … καὶ ἔσονται TNT2 ¦ ἔσονται … ἔσονται WH NA NIV SBL * 13:8 ⸋ καὶ ταραχαί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:8 ⸂2 ἀρχαὶ RP f 35 TR ¦ ἀρχὴ TNT2 WH NA NIV SBL * 13:9 ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:9 ⸂ σταθήσεσθε RP TR TNT2 WH NA NIV SBL ¦ ἀχθήσεσθε f 35 * 13:10 ⸉ δεῖ πρῶτον RP f 35 TR ¦ πρῶτον δεῖ TNT2 WH NA NIV SBL * 13:11 ⸂ Ὅταν δὲ RP f 35 TR ¦ Καὶ ὅταν TNT2 WH NA NIV SBL * 13:11 ⸂2 ἀγάγωσιν RP TR ¦ ἄγωσιν f 35 TNT2 WH NA NIV SBL * 13:11 ⸂3 λαλήσητε RP TR TNT2 WH NA NIV SBL ¦ λαλήσετε f 35 * 13:11 ⸋ μηδὲ μελετᾶτε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:12 ⸂ Παραδώσει δὲ RP f 35 TR ¦ Καὶ παραδώσει TNT2 WH NA NIV SBL * 13:14 ⸋ τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:14 ⸂ ἑστὼς RP f 35 ¦ ἑστὸς TR ¦ ἑστηκότα TNT2 WH NA NIV SBL * 13:15 ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV11 ¦ – WH NA25 NIV73 SBL * 13:15 ⸋2 εἰς τὴν οἰκίαν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:15 ⸉ ἆραί τι RP f 35 TR NA27+28 NIV ¦ τι ἆραι TNT2 WH NA25 SBL * 13:16 ⸋ ὢν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:18 ⸋ ἡ φυγὴ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:19 ⸂ ἧς RP f 35 TR ¦ ἣν TNT2 WH NA NIV SBL * 13:20 ⸉ κύριος ἐκολόβωσεν RP f 35 TNT2 ¦ κύριος ἐκολόβωσε TR ¦ ἐκολόβωσεν κύριος WH NA NIV SBL * 13:21 ⸆ – RP f 35 ¦ Καὶ TR TNT2 WH NA NIV SBL * 13:21 ⸂ Ἰδού … Ἰδού RP f 35 TR ¦ Ἴδε … Ἴδε TNT2 WH NA NIV SBL * 13:21 ⸋ ἢ RP TR TNT2 ¦ – f 35 WH NA NIV SBL * 13:21 ⸂2 πιστεύετε RP TNT2 WH NA NIV SBL ¦ πιστεύσητε f 35 TR * 13:22 ⸂ γὰρ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ δὲ NA25 * 13:22 ⸂2 δώσουσιν RP f 35 TNT2 WH NA27+28 NIV SBL ¦ δώσουσι TR ¦ ποιήσουσιν NA25 * 13:22 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:23 ⸋ ἰδού RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:25 ⸂ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP f 35 TR ¦ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες TNT2 WH NA NIV SBL * 13:27 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:27 ⸋2 αὐτοῦ RP f 35 TR WH NA NIV ¦ – TNT2 SBL * 13:28 ⸉ αὐτῆς ἤδη ὁ κλάδος RP TR ¦ ἤδη ὁ κλάδος αὐτῆς f 35 TNT2 WH NA NIV SBL * 13:28 ⸂ γινώσκετε RP TR TNT2 WH NA NIV SBL ¦ γινώσκεται f 35 * 13:29 ⸉ ταῦτα ἴδητε RP f 35 TR ¦ ἴδητε ταῦτα TNT2 WH NA NIV SBL * 13:30 ⸉ πάντα ταῦτα RP f 35 TR ¦ ταῦτα πάντα TNT2 WH NA NIV SBL * 13:31 ⸂ παρελεύσεται RP f 35 ¦ παρελεύσονται TR TNT2 WH NA NIV SBL * 13:31 ⸋ μὴ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 13:31 ⸂2 παρέλθωσιν RP f 35 ¦ παρέλθωσι TR ¦ παρελεύσονται TNT2 WH NA NIV SBL * 13:32 ⸂ ἢ RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 13:32 ⸆ – RP f 35 ¦ τῆς TR TNT2 WH NA NIV SBL * 13:32 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:32 ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ τῷ f 35 * 13:33 ⸂ καὶ προσεύχεσθε RP TR TNT2 ¦ προσεύχεσθε f 35 ¦ – WH NA NIV SBL * 13:34 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:35 ⸆ – RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL * 13:35 ⸂ μεσονυκτίου RP f 35 TR ¦ μεσονύκτιον TNT2 WH NA NIV SBL * 13:37 ⸂ Ἃ RP f 35 TR ¦ Ὃ TNT2 WH NA NIV SBL