17
Ταῦτα ἐλάλησεν *Ἰησοῦς, καὶ *ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπεν,⸃ Πάτερ, ἐλήλυθεν ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα *2καὶ υἱός *3σουδοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν δέδωκας αὐτῷ, *δώσειαὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν αἰώνιος ζωή, ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον *ἐτελείωσα δέδωκάς μοι ἵνα ποιήσω. Καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς *δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ τὸν λόγον σου τετηρήκασιν. Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ *ἐστιν·⸃ ὅτι τὰ ῥήματα δέδωκάςμοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν· 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ *οὗτοιἐν τῷ κόσμῳ εἰσίν, καὶ ἐγὼ πρός σε ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, *2δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς *ἡμεῖς. 12 Ὅτε ἤμην μεταὐτῶν *ἐν τῷ κόσμῳ,⸌ ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· *οὓςδέδωκάς μοι, *ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ υἱὸς τῆς ἀπωλείας, ἵνα γραφὴ πληρωθῇ. 13 Νῦν δὲ πρός σε ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν *αὐτοῖς.⸃ 14 Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 Ἐκ τοῦ κόσμου οὐκ εἰσίν, καθὼς ἐγὼ *ἐκ τοῦ κόσμου οὐκ εἰμί.⸊ 17 Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ *σου·⸌ λόγος σὸς ἀλήθειά ἐστιν. 18 Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον. 19 Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα *καὶ αὐτοὶ ὦσινἡγιασμένοι ἐν ἀληθείᾳ. 20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν *πιστευόντωνδιὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· 21 ἵνα πάντες ἓν ὦσιν· καθὼς σύ, *πάτερ,⸃ ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν *ἓνὦσιν· ἵνα κόσμος *2πιστεύσῃὅτι σύ με ἀπέστειλας. 22 Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν *ἐσμεν.⸌ 23 Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, *καὶἵνα γινώσκῃ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας. 24 *Πάτερ,⸃ *2οὓςδέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσιν μετἐμοῦ· ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν, ἣν *3ἔδωκάςμοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. 25 *Πάτερδίκαιε, καὶ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς , κἀγὼ ἐν αὐτοῖς.
* 17:1 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:1 ⸂ ἐπῆρεν … καὶ εἶπεν RP f 35 ¦ ἐπῆρε … καὶ εἶπεν TR ¦ ἐπάρας … εἶπεν TNT2 WH NA NIV SBL * 17:1 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:1 ⸋3 σου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:2 ⸂ δώσει RP f 35 WH ¦ δώσῃ TR TNT2 NA NIV SBL * 17:4 ⸂ ἐτελείωσα RP f 35 TR ¦ τελειώσας TNT2 WH NA NIV SBL * 17:6 ⸂ δέδωκάς … δέδωκας … δέδωκάς … δέδωκάς RP f 35 TR ¦ ἔδωκάς … ἔδωκας … δέδωκάς … ἔδωκάς TNT2 NA NIV SBL ¦ ἔδωκάς … ἔδωκας … ἔδωκάς … ἔδωκάς WH * 17:7 ⸂ ἐστιν RP f 35 TR ¦ εἰσιν TNT2 WH NA NIV SBL * 17:11 ⸂ οὗτοι RP f 35 TR TNT2 ¦ αὐτοὶ WH NA NIV SBL * 17:11 ⸂2 ᾧ RP f 35 TNT2 WH NA NIV SBL ¦ οὕς TR * 17:11 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ καὶ TNT2 * 17:12 ⸋ ἐν τῷ κόσμῳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:12 ⸂ οὓς RP f 35 TR ¦ ᾧ TNT2 WH NA NIV SBL * 17:12 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 17:13 ⸂ αὐτοῖς RP f 35 TR ¦ ἑαυτοῖς TNT2 WH NA NIV SBL * 17:16 ⸉ ἐκ τοῦ κόσμου οὐκ εἰμί RP f 35 TR ¦ οὐκ εἰμί ἐκ τοῦ κόσμου TNT2 WH NA NIV SBL * 17:17 ⸋ σου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:19 ⸉ καὶ αὐτοὶ ὦσιν RP f 35 TR ¦ ὦσιν καὶ αὐτοὶ TNT2 WH NA NIV SBL * 17:20 ⸂ πιστευόντων RP f 35 TNT2 WH NA NIV SBL ¦ πιστευσόντων TR * 17:21 ⸂ πάτερ RP f 35 TR NA27+28 NIV SBL ¦ πατὴρ TNT2 WH NA25 * 17:21 ⸋ ἓν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:21 ⸂2 πιστεύσῃ RP f 35 TR ¦ πιστεύῃ TNT2 WH NA NIV SBL * 17:22 ⸋ ἐσμεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:23 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:24 ⸂ Πάτερ RP f 35 TR NA27+28 NIV SBL ¦ Πατήρ TNT2 WH NA25 * 17:24 ⸂2 οὓς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL * 17:24 ⸂3 ἔδωκάς RP TR ¦ δέδωκάς f 35 TNT2 WH NA NIV SBL * 17:25 ⸂ Πάτερ RP f 35 TR NA27+28 NIV SBL ¦ Πατὴρ TNT2 WH NA25