16
Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλἔρχεται ὥρα, ἵνα πᾶς ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. Καὶ ταῦτα ποιήσουσιν, *ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ὥρα, *μνημονεύητε *αὐτῶν,⸌ ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλὅτι ταῦτα λελάληκα ὑμῖν, λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Ἀλλἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ *ἐγὼμὴ ἀπέλθω, παράκλητος *οὐκ ἐλεύσεταιπρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα *μουὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 Ἔτι πολλὰ ἔχω *λέγειν ὑμῖν,⸊ ἀλλοὐ δύνασθε βαστάζειν ἄρτι. 13 Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς *εἰς πᾶσαν τὴν ἀλήθειαν·⸃ οὐ γὰρ λαλήσει ἀφἑαυτοῦ, ἀλλὅσα *2ἂν ἀκούσῃλαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. 15 Πάντα ὅσα ἔχει πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ *λαμβάνει,⸃ καὶ ἀναγγελεῖ ὑμῖν. 16 *Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατέρα. 17 Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι *Ἐγὼ⸃⸌ ὑπάγω πρὸς τὸν πατέρα; 18 Ἔλεγον οὖν, *Τοῦτο τί ἐστιν λέγει, *τὸμικρόν; Οὐκ οἴδαμεν τί λαλεῖ. 19 Ἔγνω *οὖν*2Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, δὲ κόσμος χαρήσεται· ὑμεῖς *δὲλυπηθήσεσθε, ἀλλ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21  γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 Καὶ ὑμεῖς οὖν *λύπην μὲν νῦνἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς *αἴρειἀφὑμῶν. 23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν *ὅτι*ὅσα ἂναἰτήσητε τὸν πατέρα *ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.⸊ 24 Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα χαρὰ ὑμῶν πεπληρωμένη.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· *ἀλλ᾽⸌ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς *ἀναγγελῶὑμῖν. 26 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ *παρὰ τοῦ θεοῦ ἐξῆλθον. 28 Ἐξῆλθον παρὰ τοῦ πατρός,⸃ καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν πατέρα. 29 Λέγουσιν *αὐτῷοἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν *παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31 Ἀπεκρίθη αὐτοῖς *Ἰησοῦς, Ἄρτι πιστεύετε; 32 Ἰδού, ἔρχεται ὥρα καὶ *νῦνἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι πατὴρ μετἐμοῦ ἐστιν. 33 Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
* 16:3 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὑμῖν TR * 16:4 ⸆ – RP f 35 TR NIV73 ¦ αὐτῶν TNT2 WH NA NIV11 SBL * 16:4 ⸋ αὐτῶν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 16:7 ⸋ ἐγὼ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 16:7 ⸂ οὐκ ἐλεύσεται RP f 35 TR NA27+28 NIV ¦ οὐ μὴ ἔλθῃ TNT2 WH NA25 SBL * 16:10 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:12 ⸉ λέγειν ὑμῖν RP f 35 TR ¦ ὑμῖν λέγειν TNT2 WH NA NIV SBL * 16:13 ⸂ εἰς πᾶσαν τὴν ἀλήθειαν RP f 35 TR ¦ εἰς τὴν ἀλήθειαν πᾶσαν TNT2 WH NA25 ¦ ἐν τῇ ἀληθείᾳ πάσῃ NA27+28 NIV SBL * 16:13 ⸂2 ἂν ἀκούσῃ RP f 35 TR ¦ ἀκούσει TNT2 NA27+28 NIV SBL ¦ ἀκούει WH NA25 * 16:15 ⸂ λαμβάνει RP f 35 TNT2 WH NA NIV SBL ¦ λήψεται TR * 16:16 ⸂ Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατέρα … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; RP f 35 ¦ Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; TR ¦ Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ὑπάγω πρὸς τὸν πατέρα; TNT2 WH NA NIV SBL * 16:17 ⸋ Ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:18 ⸉ Τοῦτο τί ἐστιν RP f 35 TR NA25 ¦ Τί ἐστιν τοῦτο TNT2 WH NA27+28 NIV SBL * 16:18 ⸋ τὸ RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL * 16:19 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:19 ⸋2 ὁ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 16:20 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:22 ⸉ λύπην μὲν νῦν RP f 35 TR ¦ νῦν μὲν λύπην TNT2 WH NA NIV SBL * 16:22 ⸂ αἴρει RP f 35 TR NA NIV SBL ¦ ἀρεῖ TNT2 WH * 16:23 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:23 ⸂ ὅσα ἂν RP f 35 TR ¦ ἂν τι TNT2 WH NA NIV SBL * 16:23 ⸉ ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν RP f 35 TR NA27+28 NIV ¦ δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου TNT2 WH NA25 SBL * 16:25 ⸋ ἀλλ᾽ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:25 ⸂ ἀναγγελῶ RP f 35 TR ¦ ἀπαγγελῶ TNT2 WH NA NIV SBL * 16:27 ⸂ παρὰ τοῦ θεοῦ … παρὰ τοῦ πατρός RP f 35 TR NA27+28 NIV ¦ παρὰ τοῦ πατρὸς … ἐκ τοῦ πατρός TNT2 WH ¦ παρὰ τοῦ θεοῦ … ἐκ τοῦ πατρός NA25 SBL * 16:29 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:29 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 16:31 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:32 ⸋ νῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL