15
Ἐγώ εἰμι ἄμπελος ἀληθινή, καὶ πατήρ μου γεωργός ἐστιν. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα *πλείονα καρπὸνφέρῃ. Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφἑαυτοῦ, ἐὰν μὴ *μείνῃἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ *2μείνητε.⸃ Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα. μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ἐὰν μή τις *μείνῃἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς *τὸπῦρ βάλλουσιν, καὶ καίεται. Ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ἐὰν θέλητε *αἰτήσεσθε,⸃ καὶ γενήσεται ὑμῖν. Ἐν τούτῳ ἐδοξάσθη πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε· καὶ *γενήσεσθεἐμοὶ μαθηταί. Καθὼς ἠγάπησέν με πατήρ, κἀγὼ *ἠγάπησα ὑμᾶς·⸊ μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10 Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ *τὰς ἐντολὰς τοῦ πατρός μουτετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11 Ταῦτα λελάληκα ὑμῖν, ἵνα χαρὰ ἐμὴ ἐν ὑμῖν *μείνῃ,⸃ καὶ χαρὰ ὑμῶν πληρωθῇ. 12 Αὕτη ἐστὶν ἐντολὴ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς. 13 Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14 Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε *ὅσαἐγὼ ἐντέλλομαι ὑμῖν. 15 Οὐκέτι *ὑμᾶς λέγωδούλους, ὅτι δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. 16 Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ καρπὸς ὑμῶν μένῃ· ἵνα τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. 17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον *ὑμῶνμεμίσηκεν. 19 Εἰ ἐκ τοῦ κόσμου ἦτε, κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς κόσμος. 20 Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν *ὑμῖνδιὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22 Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23  ἐμὲ μισῶν, καὶ τὸν πατέρα μου μισεῖ. 24 Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς οὐδεὶς ἄλλος *πεποίηκεν,⸃ ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 Ἀλλἵνα πληρωθῇ λόγος *γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶνὅτι Ἐμίσησάν με δωρεάν.
26 Ὅταν *δὲἔλθῃ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπἀρχῆς μετἐμοῦ ἐστε.
* 15:2 ⸉ πλείονα καρπὸν RP f 35 TR ¦ καρπὸν πλείονα TNT2 WH NA NIV SBL * 15:4 ⸂ μείνῃ RP f 35 TR TNT2 ¦ μένῃ WH NA NIV SBL * 15:4 ⸂2 μείνητε RP f 35 TR ¦ μένητε TNT2 WH NA NIV SBL * 15:6 ⸂ μείνῃ RP f 35 TR ¦ μένῃ TNT2 WH NA NIV SBL * 15:6 ⸋ τὸ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 15:7 ⸂ αἰτήσεσθε RP f 35 TR ¦ αἰτήσασθε TNT2 WH NA NIV SBL * 15:8 ⸂ γενήσεσθε RP f 35 TR NA25 ¦ γένησθε TNT2 WH NA27+28 NIV SBL * 15:9 ⸉ ἠγάπησα ὑμᾶς RP f 35 TR ¦ ὑμᾶς ἠγάπησα TNT2 WH NA NIV SBL * 15:10 ⸂ τὰς ἐντολὰς τοῦ πατρός μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τοῦ πατρὸς τὰς ἐντολὰς WH ¦ τοῦ πατρὸς μου τὰς ἐντολὰς NA25 * 15:11 ⸂ μείνῃ RP f 35 TR ¦ ᾖ TNT2 WH NA NIV SBL * 15:14 ⸂ ὅσα RP f 35 TR ¦ ἃ TNT2 NA27+28 NIV SBL ¦ ὃ WH NA25 * 15:15 ⸉ ὑμᾶς λέγω RP f 35 TR ¦ λέγω ὑμᾶς TNT2 WH NA NIV SBL * 15:18 ⸋ ὑμῶν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 15:21 ⸂ ὑμῖν RP f 35 TR ¦ εἰς ὑμᾶς TNT2 WH NA NIV SBL * 15:24 ⸂ πεποίηκεν RP f 35 TR ¦ ἐποίησεν TNT2 WH NA NIV SBL * 15:25 ⸉ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν RP f 35 TR ¦ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος TNT2 WH NA NIV SBL * 15:26 ⸋ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL