14
Μὴ ταρασσέσθω ὑμῶν καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· *Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ, *ἑτοιμάσω *ὑμῖν τόπον·⸊ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ *ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.⸃ Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· *καὶπῶς *δυνάμεθα τὴν ὁδὸν εἰδέναι;⸃ Λέγει αὐτῷ *Ἰησοῦς, Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ διἐμοῦ. *Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν·⸃ *καὶἀπἄρτι γινώσκετε αὐτόν, καὶ ἑωράκατε *2αὐτόν.⸌ Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ Ἰησοῦς, *Τοσοῦτον χρόνονμεθὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμέ, ἑώρακεν τὸν πατέρα· *καὶπῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; 10 Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἐγὼ *λαλῶὑμῖν, ἀπἐμαυτοῦ οὐ λαλῶ· δὲ πατὴρ *ἐν ἐμοὶ μένων, *2αὐτὸςποιεῖ τὰ ἔργα. * 11 Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ *μοι.⸌ 12 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα *μουπορεύομαι. 13 Καὶ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ πατὴρ ἐν τῷ υἱῷ. 14 Ἐάν τι αἰτήσητέ *μεἐν τῷ ὀνόματί μου, *ἐγὼποιήσω. 15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς *τηρήσατε.⸃ 16 Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα *μένῃ μεθὑμῶν εἰς τὸν αἰῶνα,⸃ 17 τὸ πνεῦμα τῆς ἀληθείας, κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει *αὐτό.⸌ Ὑμεῖς *2δὲγινώσκετε αὐτό, ὅτι παρὑμῖν μένει, καὶ ἐν ὑμῖν *ἔσται.⸃ 18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 19 Ἔτι μικρὸν καὶ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς *ζήσεσθε.⸃ 20 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ *γνώσεσθε ὑμεῖςὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, καὶ ἐγὼ ἐν ὑμῖν. 21  ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ἀγαπῶν με· δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 Λέγει αὐτῷ Ἰούδας, οὐχ Ἰσκαριώτης, Κύριε, *καὶτί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; 23 Ἀπεκρίθη *Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παραὐτῷ *ποιήσομεν.⸃ 24  μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρὑμῖν μένων. 26  δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, πέμψει πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα εἶπον ὑμῖν. * 27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν καρδία, μηδὲ δειλιάτω. 28 Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι *εἶπον,⸌ Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι πατήρ *2μουμείζων μού ἐστιν. 29 Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε. 30 Οὐκέτι πολλὰ λαλήσω μεθὑμῶν· ἔρχεται γὰρ τοῦ κόσμου *ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· 31 ἀλλἵνα γνῷ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς *ἐνετείλατόμοι πατήρ, οὕτως ποιῶ.
Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
* 14:2 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 14:3 ⸆ – RP ¦ καὶ f 35 TR TNT2 WH NA NIV SBL * 14:3 ⸉ ὑμῖν τόπον RP f 35 TR ¦ τόπον ὑμῖν TNT2 WH NA NIV SBL * 14:4 ⸂ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε RP f 35 TR ¦ ὅπου ἐγὼ ὑπάγω, οἴδατε τὴν ὁδὸν TNT2 WH NA NIV SBL * 14:5 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:5 ⸂ δυνάμεθα τὴν ὁδὸν εἰδέναι RP f 35 TR NA27+28 NIV SBL ¦ οἴδαμεν τὴν ὁδὸν TNT2 WH NA25 * 14:6 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 14:7 ⸂ Εἰ ἐγνώκειτέ … ἐγνώκειτε ἄν· RP f 35 TR ¦ Εἰ ἐγνώκειτέ … ἂν ᾔδειτε· TNT2 WH NA25 NIV73 SBL ¦ Εἰ ἐγνώκατέ … γνώσεσθε· NA27+28 NIV11 * 14:7 ⸋ καὶ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 14:7 ⸋2 αὐτόν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 14:9 ⸂ Τοσοῦτον χρόνον RP f 35 TR TNT2 WH NA25 ¦ Τοσούτῳ χρόνῳ NA27+28 NIV SBL * 14:9 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:10 ⸂ λαλῶ RP f 35 TR ¦ λέγω TNT2 WH NA NIV SBL * 14:10 ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:10 ⸋2 αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:10 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 14:11 ⸋ μοι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:12 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:14 ⸋ με RP WH NA NIV SBL ¦ – f 35 TR TNT2 * 14:14 ⸂ ἐγὼ RP f 35 TR TNT2 NA NIV SBL ¦ τοῦτο WH * 14:15 ⸂ τηρήσατε RP f 35 TR ¦ τηρήσετε TNT2 WH NA NIV SBL * 14:16 ⸂ μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα RP f 35 TR ¦ ᾖ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα TNT2 WH NA25 SBL ¦ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα ᾖ NA27+28 NIV * 14:17 ⸋ αὐτό RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:17 ⸋2 δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:17 ⸂ ἔσται RP f 35 TR NA NIV SBL ¦ ἐστίν TNT2 WH * 14:19 ⸂ ζήσεσθε RP f 35 TR ¦ ζήσετε TNT2 WH NA NIV SBL * 14:20 ⸉ γνώσεσθε ὑμεῖς RP f 35 TR NA NIV SBL ¦ ὑμεῖς γνώσεσθε TNT2 WH * 14:22 ⸋ καὶ RP f 35 NA NIV73 ¦ – TR TNT2 WH NIV11 SBL * 14:23 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 14:23 ⸂ ποιήσομεν RP f 35 TR ¦ ποιησόμεθα TNT2 WH NA NIV SBL * 14:26 ⸆ – RP f 35 TR TNT2 NIV11 SBL ¦ ἐγώ WH NA NIV73 * 14:28 ⸋ εἶπον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:28 ⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:30 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τούτου TR * 14:31 ⸂ ἐνετείλατό RP f 35 TR NA NIV SBL ¦ ἐντολὴν ἔδωκέν TNT2 WH