13
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς Ἰησοῦς ὅτι *ἐλήλυθεναὐτοῦ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. Καὶ δείπνου *γενομένου,⸃ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν *2Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,⸃ εἰδὼς * Ἰησοῦςὅτι πάντα *δέδωκεναὐτῷ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ἦν διεζωσμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· *καὶλέγει αὐτῷ *2ἐκεῖνος,⸌ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. Λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς *τοὺς πόδας μουεἰς τὸν αἰῶνα. Ἀπεκρίθη *αὐτῷ Ἰησοῦς,⸃ Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετἐμοῦ. Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 Λέγει αὐτῷ *Ἰησοῦς, λελουμένος *οὐ χρείαν ἔχει*τοὺς πόδας νίψασθαι, ἀλλἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλοὐχὶ πάντες. 11 ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, *Οὐχὶ πάντες καθαροί ἐστε.
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, *καὶἔλαβεν τὰ ἱμάτια αὐτοῦ, *ἀναπεσὼνπάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 Ὑμεῖς φωνεῖτέ με, διδάσκαλος, καὶ κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, κύριος καὶ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 Ὑπόδειγμα γὰρ *ἔδωκαὑμῖν, ἵνα καθὼς *ἐγὼἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα *οὓςἐξελεξάμην· ἀλλἵνα γραφὴ πληρωθῇ, τρώγων *2μετἐμοῦτὸν ἄρτον ἐπῆρεν ἐπἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 Ἀπἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, *ὅταν γένηται, πιστεύσητεὅτι ἐγώ εἰμι. 20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, λαμβάνων *ἐάντινα πέμψω, ἐμὲ λαμβάνει· δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
21 Ταῦτα εἰπὼν *Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησεν καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 Ἔβλεπον *οὖν*2εἰςἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. 23 Ἦν *δὲἀνακείμενος εἷς *τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος *πυθέσθαι τίς ἂν εἴηπερὶ οὗ λέγει. 25 *Ἐπιπεσὼν*2δὲἐκεῖνος *οὕτωςἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν; 26 Ἀποκρίνεται **Ἰησοῦς, Ἐκεῖνός ἐστιν ἐγὼ *βάψας τὸ ψωμίον ἐπιδώσω.⸃ *2 *2Καὶ ἐμβάψαςτὸ ψωμίον, *3 δίδωσιν Ἰούδᾳ Σίμωνος *3Ἰσκαριώτῃ.⸃ 27 Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον Σατανᾶς. Λέγει οὖν αὐτῷ *Ἰησοῦς, ποιεῖς, ποίησον τάχιον. 28 Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. 29 Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν *Ἰούδας, ὅτι λέγει αὐτῷ *2Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, *εὐθέως ἐξῆλθεν·⸃ ἦν δὲ νύξ.
31 Ὅτε *ἐξῆλθεν, λέγει *Ἰησοῦς, Νῦν ἐδοξάσθη υἱὸς τοῦ ἀνθρώπου, καὶ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32 *Εἰ θεὸς ἐδοξάσθη ἐν αὐτῷ,⸌ καὶ θεὸς δοξάσει αὐτὸν ἐν *ἑαυτῷ,⸃ καὶ εὐθὺς δοξάσει αὐτόν. 33 Τεκνία, ἔτι μικρὸν μεθὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου *ὑπάγω ἐγώ,⸊ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη *αὐτῷ*2Ἰησοῦς, Ὅπου *ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, *ὕστερον δὲ ἀκολουθήσεις μοι.⸃ 37 Λέγει αὐτῷ *Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι *ἀκολουθῆσαιἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 *Ἀπεκρίθη*αὐτῷ*2Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ *2φωνήσῃἕως οὗ *3ἀπαρνήσῃμε τρίς.
* 13:1 ⸂ ἐλήλυθεν RP f 35 TR ¦ ἦλθεν TNT2 WH NA NIV SBL * 13:2 ⸂ γενομένου RP f 35 TR ¦ γινομένου TNT2 WH NA NIV SBL * 13:2 ⸂2 Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ RP f 35 TR ¦ ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης TNT2 WH NA25 ¦ ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου NA27+28 NIV SBL * 13:3 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:3 ⸂ δέδωκεν RP f 35 TR ¦ ἔδωκεν TNT2 WH NA NIV SBL * 13:6 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:6 ⸋2 ἐκεῖνος RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:8 ⸉ τοὺς πόδας μου RP f 35 TR ¦ μου τοὺς πόδας TNT2 WH NA NIV SBL * 13:8 ⸂ αὐτῷ ὁ Ἰησοῦς RP f 35 TR ¦ Ἰησοῦς αὐτῷ TNT2 WH NA NIV SBL * 13:10 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 13:10 ⸉ οὐ χρείαν ἔχει RP f 35 TR ¦ οὐκ ἔχει χρείαν TNT2 WH NA NIV SBL * 13:10 ⸂ ἢ RP f 35 TR ¦ εἰ μὴ TNT2 WH NA NIV SBL * 13:11 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 13:12 ⸋ καὶ RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 13:12 ⸂ ἀναπεσὼν RP f 35 TR ¦ καὶ ἀνέπεσεν TNT2 WH NA NIV SBL * 13:15 ⸂ ἔδωκα RP TR TNT2 WH NA NIV SBL ¦ δέδωκα f 35 * 13:15 ⸋ ἐγὼ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 13:18 ⸂ οὓς RP f 35 TR ¦ τίνας TNT2 WH NA NIV SBL * 13:18 ⸂2 μετ᾽ ἐμοῦ RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL * 13:19 ⸂ ὅταν γένηται, πιστεύσητε RP f 35 TR ¦ πιστεύητε ὅταν γένηται TNT2 WH NA25 ¦ πιστεύσητε ὅταν γένηται NA27+28 NIV SBL * 13:20 ⸂ ἐάν RP f 35 TR ¦ ἄν TNT2 WH NA NIV SBL * 13:21 ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 13:22 ⸂ οὖν RP TR TNT2 ¦ δὲ f 35 ¦ – WH NA NIV SBL * 13:22 ⸂2 εἰς RP TR TNT2 WH NA NIV SBL ¦ πρὸς f 35 * 13:23 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:23 ⸆ – RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 13:24 ⸂ πυθέσθαι τίς ἂν εἴη RP f 35 TR NA27+28 NIV SBL ¦ καὶ λέγει αὐτῷ, Εἰπὲ τίς ἐστιν TNT2 WH NA25 * 13:25 ⸂ Ἐπιπεσὼν RP f 35 TR ¦ Ἀναπεσὼν TNT2 WH NA NIV SBL * 13:25 ⸂2 δὲ RP f 35 TR ¦ – TNT2 WH NA25 SBL ¦ οὖν NA27+28 NIV * 13:25 ⸋ οὕτως RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 13:26 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ οὖν WH NA25 * 13:26 ⸋ ὁ RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11 * 13:26 ⸂ βάψας τὸ ψωμίον ἐπιδώσω RP f 35 TR ¦ βάψω τὸ ψωμίον καὶ δώσω TNT2 WH NA NIV SBL * 13:26 ⸆2 – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 13:26 ⸂2 Καὶ ἐμβάψας RP f 35 TR ¦ Βάψας οὖν TNT2 WH NA NIV SBL * 13:26 ⸆3 – RP f 35 TR NIV SBL ¦ λαμβάνει καὶ TNT2 WH NA * 13:26 ⸂3 Ἰσκαριώτῃ RP f 35 TR ¦ Ἰσκαριώτου TNT2 WH NA NIV SBL * 13:27 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 13:29 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:29 ⸋2 ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 13:30 ⸂ εὐθέως ἐξῆλθεν RP f 35 TR ¦ ἐξῆλθεν εὐθύς TNT2 WH NA NIV SBL * 13:31 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 13:31 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:32 ⸋ Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 13:32 ⸂ ἑαυτῷ RP f 35 TR ¦ αὐτῷ TNT2 NA NIV ¦ αὑτῷ WH SBL * 13:33 ⸉ ὑπάγω ἐγώ RP f 35 TR ¦ ἐγώ ὑπάγω TNT2 WH NA NIV SBL * 13:36 ⸋ αὐτῷ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL * 13:36 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:36 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐγὼ f 35 * 13:36 ⸂ ὕστερον δὲ ἀκολουθήσεις μοι RP f 35 TR ¦ ἀκολουθήσεις δὲ ὕστερον TNT2 WH NA NIV SBL * 13:37 ⸆ – RP f 35 ¦ ὁ TR TNT2 WH NA NIV SBL * 13:37 ⸂ ἀκολουθῆσαι RP f 35 TR NA NIV SBL ¦ ἀκολουθεῖν TNT2 WH * 13:38 ⸂ Ἀπεκρίθη RP f 35 TR ¦ Ἀποκρίνεται TNT2 WH NA NIV SBL * 13:38 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:38 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:38 ⸂2 φωνήσῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ φωνήσει TR * 13:38 ⸂3 ἀπαρνήσῃ RP f 35 TR ¦ ἀρνήσῃ TNT2 WH NA NIV SBL