18
Ταῦτα εἰπὼν *Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου *τῶνΚέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾜδει δὲ καὶ Ἰούδας, παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη *Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ *ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίωνὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς *οὖν,⸃ εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπαὐτόν, *2ἐξελθὼν εἶπεναὐτοῖς, Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς * Ἰησοῦς,⸌ Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν μεταὐτῶν. Ὡς οὖν εἶπεν αὐτοῖς *ὅτιἘγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί. Πάλιν οὖν *αὐτοὺς ἐπηρώτησεν,⸊ Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον. Ἀπεκρίθη *Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 Εἶπεν οὖν Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν *εἰς τὴν θήκην· τὸ ποτήριον δέδωκέν μοι πατήρ, οὐ μὴ πίω αὐτό;
12  οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, 13 καὶ *ἀπήγαγον*αὐτὸνπρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. 14 Ἦν δὲ Καϊάφας συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον *ἀπολέσθαιὑπὲρ τοῦ λαοῦ.
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ *ἄλλος μαθητής. δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· 16  δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν μαθητὴς ἄλλος *ὃς ἦν γνωστὸς*2τῷ ἀρχιερεῖ,⸃ καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 Λέγει οὖν * παιδίσκη θυρωρὸς τῷ Πέτρῳ,⸊ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί. 18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ **μεταὐτῶν Πέτροςἑστὼς καὶ θερμαινόμενος.
19  οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 Ἀπεκρίθη αὐτῷ *Ἰησοῦς, Ἐγὼ παρρησίᾳ *ἐλάλησατῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν *συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου *2πάντοτεοἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. 21 Τί με *ἐπερωτᾷς; Ἐπερώτησοντοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν εἶπον ἐγώ. 22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς *τῶν ὑπηρετῶν παρεστηκὼςἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 Ἀπεκρίθη αὐτῷ *Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 Ἀπέστειλεν *αὐτὸν Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο *οὖνἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί. 26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μεταὐτοῦ; 27 Πάλιν οὖν ἠρνήσατο *Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ *πρωΐ,⸃ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, *2ἵνα μὴ μιανθῶσιν, ἀλλἵνα φάγωσιντὸ Πάσχα. 29 Ἐξῆλθεν οὖν Πιλάτος *πρὸς αὐτούς, καὶ *εἶπεν,⸃ Τίνα κατηγορίαν φέρετε *κατὰτοῦ ἀνθρώπου τούτου; 30 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτος *κακοποιός,⸃ οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 Εἶπεν οὖν αὐτοῖς *Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον *2οὖναὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν.
33 Εἰσῆλθεν οὖν *εἰς τὸ πραιτώριον πάλιν Πιλάτος, καὶ ἐφώνησεν τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; 34 Ἀπεκρίθη *αὐτῷ*2Ἰησοῦς, *Ἀφἑαυτοῦσὺ τοῦτο λέγεις, ἄλλοι *σοι εἶπονπερὶ ἐμοῦ; 35 Ἀπεκρίθη Πιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 Ἀπεκρίθη *Ἰησοῦς, βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή, οἱ ὑπηρέται *ἂν οἱ ἐμοὶ ἠγωνίζοντο,⸊ ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 Εἶπεν οὖν αὐτῷ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη *Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. *Ἐγὼεἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 Λέγει αὐτῷ Πιλάτος, Τί ἐστιν ἀλήθεια;
Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν *αἰτίαν εὑρίσκω ἐν αὐτῷ.⸊ 39 Ἔστιν δὲ συνήθεια *ὑμῖν,⸃ ἵνα ἕνα *ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσωτὸν βασιλέα τῶν Ἰουδαίων; 40 Ἐκραύγασαν οὖν *πάλιν*2πάντες,⸌ λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ Βαραββᾶς λῃστής.
* 18:1 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:1 ⸂ τῶν RP f 35 TR WH ¦ τοῦ TNT2 NA NIV SBL * 18:2 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:3 ⸂ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων RP f 35 TR ¦ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων TNT2 WH NA NIV SBL * 18:4 ⸂ οὖν RP f 35 TR WH NA NIV SBL ¦ δὲ TNT2 * 18:4 ⸂2 ἐξελθὼν εἶπεν RP f 35 TR ¦ ἐξῆλθεν καὶ λέγει TNT2 WH NA NIV SBL * 18:5 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:6 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:7 ⸉ αὐτοὺς ἐπηρώτησεν RP f 35 ¦ αὐτοὺς ἐπηρώτησε TR ¦ ἐπηρώτησεν αὐτοὺς TNT2 WH NA NIV SBL * 18:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 18:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σου TR * 18:13 ⸂ ἀπήγαγον RP f 35 TR ¦ ἤγαγον TNT2 WH NA NIV SBL * 18:13 ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:14 ⸂ ἀπολέσθαι RP f 35 TR ¦ ἀποθανεῖν TNT2 WH NA NIV SBL * 18:15 ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 18:16 ⸂ ὃς ἦν γνωστὸς RP f 35 TR ¦ ὁ γνωστὸς TNT2 WH NA NIV SBL * 18:16 ⸂2 τῷ ἀρχιερεῖ RP f 35 TR ¦ τοῦ ἀρχιερέως TNT2 WH NA NIV SBL * 18:17 ⸉ ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ RP f 35 TR ¦ τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρὸς TNT2 WH NA NIV SBL * 18:18 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 18:18 ⸉ μετ᾽ αὐτῶν ὁ Πέτρος RP f 35 TR ¦ ὁ Πέτρος μετ᾽ αὐτῶν TNT2 WH NA NIV SBL * 18:20 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:20 ⸂ ἐλάλησα RP f 35 TR ¦ λελάληκα TNT2 WH NA NIV SBL * 18:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ TR * 18:20 ⸂2 πάντοτε RP f 35 TR ¦ πάντες TNT2 WH NA NIV SBL * 18:21 ⸂ ἐπερωτᾷς; Ἐπερώτησον RP f 35 TR ¦ ἐρωτᾷς; Ἐρώτησον TNT2 WH NA NIV SBL * 18:22 ⸉ τῶν ὑπηρετῶν παρεστηκὼς RP f 35 TR ¦ παρεστηκὼς τῶν ὑπηρετῶν TNT2 WH NA NIV SBL * 18:23 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:24 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 18:25 ⸋ οὖν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 18:27 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:28 ⸂ πρωΐ RP f 35 TNT2 WH NA NIV SBL ¦ πρωΐα TR * 18:28 ⸂2 ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσιν RP f 35 ¦ ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι TR ¦ ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν TNT2 WH NA NIV SBL * 18:29 ⸆ – RP f 35 TR ¦ ἔξω TNT2 WH NA NIV SBL * 18:29 ⸂ εἶπεν RP f 35 ¦ εἶπε TR ¦ φησίν TNT2 WH NA NIV SBL * 18:29 ⸋ κατὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 18:30 ⸂ κακοποιός RP f 35 TR ¦ κακὸν ποιῶν TNT2 WH NA NIV SBL * 18:31 ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 18:31 ⸋2 οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:33 ⸉ εἰς τὸ πραιτώριον πάλιν RP f 35 TR ¦ πάλιν εἰς τὸ πραιτώριον TNT2 WH NA NIV SBL * 18:34 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:34 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:34 ⸂ Ἀφ᾽ ἑαυτοῦ RP f 35 TR NA25 ¦ Ἀπὸ σεαυτοῦ TNT2 WH NA27+28 NIV SBL * 18:34 ⸉ σοι εἶπον RP f 35 TR ¦ εἶπον σοι TNT2 WH NA NIV SBL * 18:36 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 18:36 ⸉ ἂν οἱ ἐμοὶ ἠγωνίζοντο RP f 35 TR NA25 ¦ οἱ ἐμοὶ ἠγωνίζοντο ἂν TNT2 WH NA27+28 NIV SBL * 18:37 ⸆ – RP f 35 ¦ ὁ TR TNT2 WH NA NIV SBL * 18:37 ⸋ Ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:38 ⸉ αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP f 35 TR ¦ εὑρίσκω ἐν αὐτῷ αἰτίαν TNT2 WH NA NIV SBL * 18:39 ⸂ ὑμῖν RP TR TNT2 WH NA NIV SBL ¦ ἡμῖν f 35 * 18:39 ⸉ ὑμῖν ἀπολύσω … ὑμῖν ἀπολύσω RP f 35 TR ¦ ἀπολύσω ὑμῖν … ἀπολύσω ὑμῖν TNT2 WH NA NIV SBL * 18:40 ⸋ πάλιν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 18:40 ⸋2 πάντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL