5
Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· χρυσὸς ὑμῶν καὶ ἄργυρος κατίωται, καὶ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. Ἰδού, μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ἀπεστερημένος ἀφὑμῶν, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν *ὡςἐν ἡμέρᾳ σφαγῆς. Κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. Ἰδού, γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ*αὐτόν,⸃ ἕως *λάβῃ *ὑετὸνπρώϊμον καὶ ὄψιμον. Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι παρουσία τοῦ κυρίου ἤγγικεν. Μὴ στενάζετε *κατἀλλήλων, ἀδελφοί,⸊ ἵνα μὴ *κριθῆτε·⸃ ἰδού, *κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10 Ὑπόδειγμα λάβετε, *ἀδελφοί μου, τῆς κακοπαθείας,⸃ καὶ τῆς μακροθυμίας, τοὺς προφήτας οἳ ἐλάλησαν *τῷ ὀνόματι κυρίου. 11 Ἰδού, μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου *ἴδετε,⸃ ὅτι πολύσπλαγχνός ἐστιν *καὶ οἰκτίρμων.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανόν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὔ, οὔ· ἵνα μὴ *εἰς ὑπόκρισινπέσητε.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω. 14 Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπαὐτόν, ἀλείψαντες *αὐτὸνἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· 15 καὶ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν κύριος· κἂν ἁμαρτίας πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16 Ἐξομολογεῖσθε *ἀλλήλοις *τὰ παραπτώματα,⸃ καὶ *2εὔχεσθεὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι· καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ. 18 Καὶ πάλιν προσηύξατο, καὶ οὐρανὸς *ὑετὸν ἔδωκεν,⸊ καὶ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
19 Ἀδελφοί, *ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, 20 *γινωσκέτωὅτι ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν *ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
* 5:5 ⸋ ὡς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:7 ⸂ αὐτόν RP f 35 ¦ αὐτῷ TR TNT2 WH NA NIV SBL * 5:7 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἅν f 35 TR * 5:7 ⸋ ὑετὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:9 ⸉ κατ᾽ ἀλλήλων ἀδελφοί RP f 35 TR ¦ ἀδελφοί κατ᾽ ἀλλήλων TNT2 WH NA NIV SBL * 5:9 ⸂ κριθῆτε RP f 35 TNT2 WH NA NIV SBL ¦ κατακριθῆτε TR * 5:9 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 5:10 ⸂ ἀδελφοί μου, τῆς κακοπαθείας RP ¦ ἀδελφοί, τῆς κακοπαθείας f 35 TNT2 NA28 NIV11 ¦ τῆς κακοπαθείας, ἀδελφοί μου TR ¦ ἀδελφοί, τῆς κακοπαθίας WH NA25+27 NIV73 SBL * 5:10 ⸆ – RP TR ¦ ἐν f 35 TNT2 WH NA NIV SBL * 5:11 ⸂ ἴδετε RP ¦ εἴδετε f 35 TR TNT2 WH NA NIV SBL * 5:11 ⸆ – RP f 35 ¦ ὁ κύριος TR TNT2 WH NA NIV SBL * 5:12 ⸂ εἰς ὑπόκρισιν RP f 35 TR ¦ ὑπὸ κρίσιν TNT2 WH NA NIV SBL * 5:14 ⸋ αὐτὸν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 5:16 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 5:16 ⸂ τὰ παραπτώματα RP f 35 TR ¦ τὰς ἁμαρτίας TNT2 WH NA NIV SBL * 5:16 ⸂2 εὔχεσθε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ προσεύχεσθε WH NA25 * 5:18 ⸉ ὑετὸν ἔδωκεν RP f 35 WH NA NIV SBL ¦ ὑετὸν ἔδωκε TR ¦ ἔδωκεν ὑετὸν TNT2 * 5:19 ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL * 5:20 ⸂ γινωσκέτω RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ γινώσκετε WH NA25 * 5:20 ⸆ – RP f 35 TR TNT2 ¦ αὐτοῦ WH NA NIV SBL