4
1 ⸂Πόθεν πόλεμοι καὶ μάχαι⸃ ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2 Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε ⸆ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
3 αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4 ⸋Μοιχοὶ καὶ⸌ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς ⸂ἂν⸃ οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
5 Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν.
6 Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
7 Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε ⸋δὲ⸌ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν.
8 Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9 Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν.
10 Ταπεινώθητε ἐνώπιον ⸋τοῦ⸌ κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ ⸆ καταλαλῶν ἀδελφοῦ, ⸂καὶ⸃ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής.
12 Εἷς ἐστὶν ⸋ὁ⸌ νομοθέτης, ⸆ ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ ⸋2δὲ⸌ τίς εἶ ⸂ὃς κρίνεις⸃ τὸν ⸂2ἕτερον;⸃
13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον ⸂καὶ⸃ αὔριον ⸂2πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ⸋ἕνα,⸌ καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν·⸃
14 οἵτινες οὐκ ἐπίστασθε ⸋τὸ⸌ τῆς αὔριον. Ποία ⸋2γὰρ⸌ ἡ ζωὴ ⸂ὑμῶν;⸃ Ἀτμὶς γὰρ ⸂2ἔσται⸃ ⸋3ἡ⸌ πρὸς ὀλίγον φαινομένη, ἔπειτα ⸋4δὲ⸌ ⸋5καὶ⸌ ἀφανιζομένη.
15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος ⸂θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν⸃ τοῦτο ἢ ἐκεῖνο.
16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.