3
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, *δυνατὸςχαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. *Ἴδε,⸃ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν *2πρὸςτὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ *σκληρῶν ἀνέμωνἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, *ὅπου ἂν ὁρμὴ τοῦ εὐθύνοντος βούληται.⸃ Οὕτως καὶ γλῶσσα μικρὸν μέλος ἐστίν, καὶ *μεγαλαυχεῖ.⸃ Ἰδού, *2ὀλίγονπῦρ ἡλίκην ὕλην ἀνάπτει. Καὶ γλῶσσα πῦρ, κόσμος τῆς ἀδικίας· *οὕτως γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· τὴν δὲ γλῶσσαν οὐδεὶς *δύναται ἀνθρώπων δαμάσαι·⸊ *ἀκατάσχετονκακόν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν *τὸν θεὸνκαὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθὁμοίωσιν θεοῦ γεγονότας· 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. 11 Μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12 Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἄμπελος σῦκα; *Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.⸃
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας. 14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 Οὐκ ἔστιν αὕτη σοφία ἄνωθεν κατερχομένη, ἀλλἐπίγειος, ψυχική, δαιμονιώδης. 16 Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17  δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος *καὶἀνυπόκριτος. 18 Καρπὸς δὲ *τῆςδικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
* 3:2 ⸂ δυνατὸς RP TR TNT2 WH NA NIV SBL ¦ δυνάμενος f 35 * 3:3 ⸂ Ἴδε RP f 35 ¦ Ἰδού TR ¦ Εἰ δὲ TNT2 WH NA NIV SBL * 3:3 ⸂2 πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 3:4 ⸉ σκληρῶν ἀνέμων RP TR ¦ ἀνέμων σκληρῶν f 35 TNT2 WH NA NIV SBL * 3:4 ⸂ ὅπου ἂν … βούληται RP f 35 TR ¦ ὅπου … βούλεται TNT2 WH NA NIV SBL * 3:5 ⸂ μεγαλαυχεῖ RP f 35 TR ¦ μεγάλα αὐχεῖ TNT2 WH NA NIV SBL * 3:5 ⸂2 ὀλίγον RP f 35 TR ¦ ἡλίκον TNT2 WH NA NIV SBL * 3:6 ⸋ οὕτως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:8 ⸉ δύναται ἀνθρώπων δαμάσαι RP f 35 TR ¦ δαμάσαι δύναται ἀνθρώπων TNT2 WH NA NIV SBL * 3:8 ⸂ ἀκατάσχετον RP f 35 TR ¦ ἀκατάστατον TNT2 WH NA NIV SBL * 3:9 ⸂ τὸν θεὸν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL * 3:12 ⸂ Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. RP f 35 TR ¦ Οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ. TNT2 WH NA NIV SBL * 3:17 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:18 ⸋ τῆς RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL