2
Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῆς δόξης. Ἐὰν γὰρ εἰσέλθῃ εἰς *τὴνσυναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, *καὶ ἐπιβλέψητεἐπὶ τὸν φοροῦντα *2τὴν ἐσθῆτα τὴν λαμπράν,⸃ καὶ εἴπητε *αὐτῷ,⸌ Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ *3στῆθι ἐκεῖ, κάθου ὧδεὑπὸ τὸ ὑποπόδιόν μου· *καὶοὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς *τοῦ κόσμουπλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφὑμᾶς; Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 Ὅστις γὰρ ὅλον τὸν νόμον *τηρήσει, πταίσειδὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11  γὰρ εἰπών, *Μὴ μοιχεύσεις, εἶπεν καί, Μὴ φονεύσεις·⸃ εἰ δὲ οὐ *2μοιχεύσεις, φονεύσειςδέ, γέγονας παραβάτης νόμου. 12 Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13  γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· *κατακαυχᾶται ἔλεον κρίσεως.
14 Τί *τὸὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ *ἔχῃ;⸃ Μὴ δύναται πίστις σῶσαι αὐτόν; 15 Ἐὰν *δὲἀδελφὸς ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι *ὦσιντῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί *τὸὄφελος; 17 Οὕτως καὶ πίστις, ἐὰν μὴ *ἔργα ἔχῃ,⸊ νεκρά ἐστιν καθἑαυτήν. 18 Ἀλλἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. *Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.⸃ 19 Σὺ πιστεύεις ὅτι * θεὸς εἷς ἐστίν·⸃ καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν, καὶ φρίσσουσιν. 20 Θέλεις δὲ γνῶναι, ἄνθρωπε κενέ, ὅτι πίστις χωρὶς τῶν ἔργων *νεκράἐστιν; 21 Ἀβραὰμ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 Βλέπεις ὅτι πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων πίστις ἐτελειώθη; 23 Καὶ ἐπληρώθη γραφὴ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 Ὁρᾶτε *τοίνυνὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον. 25 Ὁμοίως δὲ καὶ Ῥαὰβ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 Ὥσπερ *γὰρ*τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ πίστις χωρὶς τῶν ἔργωννεκρά ἐστιν.
* 2:2 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:3 ⸂ καὶ ἐπιβλέψητε RP f 35 TR TNT2 ¦ ἐπιβλέψητε δὲ WH NA NIV SBL * 2:3 ⸂2 τὴν ἐσθῆτα τὴν λαμπράν RP TR TNT2 WH NA NIV SBL ¦ τὴν λαμπρὰν ἐσθῆτα f 35 * 2:3 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:3 ⸂3 στῆθι ἐκεῖ, ἢ κάθου ὧδε RP f 35 TR ¦ στῆθι ἐκεῖ, ἢ κάθου TNT2 NA25+27 NIV73 ¦ στῆθι ἢ κάθου ἐκεῖ WH NA28 NIV11 SBL * 2:4 ⸋ καὶ RP TR NA28 ¦ – f 35 TNT2 WH NA25+27 NIV SBL * 2:5 ⸂ τοῦ κόσμου RP f 35 ¦ τοῦ κόσμου τούτου TR ¦ τῷ κόσμῳ TNT2 WH NA NIV SBL * 2:10 ⸂ τηρήσει, πταίσει RP f 35 TR ¦ τηρήσῃ, πταίσῃ TNT2 WH NA NIV SBL * 2:11 ⸂ Μὴ μοιχεύσεις … Μὴ φονεύσεις RP ¦ Μὴ μοιχεύσῃς … Μὴ φονεύσῃς f 35 TR TNT2 WH NA NIV SBL * 2:11 ⸂2 μοιχεύσεις, φονεύσεις RP f 35 TR ¦ μοιχεύεις, φονεύεις TNT2 WH NA NIV SBL * 2:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 2:14 ⸋ τὸ RP f 35 TR TNT2 NA NIV ¦ – WH SBL * 2:14 ⸂ ἔχῃ RP TR TNT2 WH NA NIV SBL ¦ ἔχει f 35 * 2:15 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:15 ⸂ ὦσιν RP f 35 NA28 ¦ ὦσι TR ¦ – TNT2 WH NA25+27 NIV SBL * 2:16 ⸋ τὸ RP f 35 TR TNT2 NA NIV ¦ – WH SBL * 2:17 ⸉ ἔργα ἔχῃ RP f 35 TR ¦ ἔχῃ ἔργα TNT2 WH NA NIV SBL * 2:18 ⸂ Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. RP f 35 TR ¦ Δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγὼ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν. TNT2 WH NA NIV SBL * 2:19 ⸂ ὁ θεὸς εἷς ἐστί(ν) RP f 35 TR ¦ εἷς ἐστίν ὁ θεός TNT2 NA NIV SBL ¦ εἷς θεός ἐστίν WH * 2:20 ⸂ νεκρά RP f 35 TR ¦ ἀργή TNT2 WH NA NIV SBL * 2:24 ⸋ τοίνυν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:26 ⸋ γὰρ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 2:26 ⸂ τὸ σῶμα χωρὶς πνεύματος … ἡ πίστις χωρὶς τῶν ἔργων RP f 35 TR TNT2 ¦ τὸ σῶμα χωρὶς πνεύματος … ἡ πίστις χωρὶς ἔργων WH NA NIV SBL