ΠΕΤΡΟΥ Α΄
1
Πέτρος, ἀπόστολος Ἰησοῦ χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
Εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, κατὰ τὸ πολὺ *αὐτοῦ ἔλεοςἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν διἀναστάσεως Ἰησοῦ χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς *ὑμᾶς,⸃ τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ, ἐν ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον *ἐστίν,⸃ *2λυπηθέντεςἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως *πολὺ τιμιώτερονχρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ *2εἰς ἔπαινον καὶ τιμὴν καὶ εἰς δόξανἐν ἀποκαλύψει Ἰησοῦ χριστοῦ· ὃν οὐκ *εἰδότεςἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, *2ἀγαλλιᾶσθεχαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως *ὑμῶν,⸌ σωτηρίαν ψυχῶν, 10 περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες· 11 ἐρευνῶντες εἰς τίνα ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα χριστοῦ, προμαρτυρόμενον τὰ εἰς χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας, 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, *ὑμῖνδὲ διηκόνουν αὐτά, νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς *ἐνπνεύματι ἁγίῳ ἀποσταλέντι ἀποὐρανοῦ, εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ χριστοῦ· 14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· 16 διότι γέγραπται, *Ἅγιοι *γίνεσθε,⸃ ὅτι ἐγὼ ἅγιός *εἰμι.⸌ 17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ*ἐσχάτων τῶν χρόνωνδιὑμᾶς, 21 τοὺς διαὐτοῦ *πιστεύονταςεἰς θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας *διὰ πνεύματοςεἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ *2καθαρᾶςκαρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς· 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος *εἰς τὸν αἰῶνα.⸌ 24 Διότι, Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα *ἀνθρώπουὡς ἄνθος χόρτου. Ἐξηράνθη χόρτος, καὶ τὸ ἄνθος *αὐτοῦἐξέπεσεν· 25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
* 1:3 ⸉ αὐτοῦ ἔλεος RP TR TNT2 WH NA NIV SBL ¦ ἔλεος αὐτοῦ f 35 * 1:4 ⸂ ὑμᾶς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμᾶς TR * 1:6 ⸂ ἐστίν RP f 35 NA27+28 NIV73 ¦ ἐστί TR ¦ – TNT2 WH NA25 NIV11 SBL * 1:6 ⸂2 λυπηθέντες RP f 35 TR TNT2 WH NA25+27 NIV SBL ¦ λυπηθέντας NA28 * 1:7 ⸂ πολὺ τιμιώτερον RP f 35 TR ¦ πολυτιμότερον TNT2 WH NA NIV SBL * 1:7 ⸂2 εἰς ἔπαινον καὶ τιμὴν καὶ εἰς δόξαν RP ¦ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν f 35 TNT2 WH NA NIV SBL ¦ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν TR * 1:8 ⸂ εἰδότες RP f 35 ¦ ἰδόντες TR TNT2 WH NA NIV SBL * 1:8 ⸂2 ἀγαλλιᾶσθε RP f 35 TR TNT2 NA NIV SBL ¦ ἀγαλλιᾶτε WH * 1:9 ⸋ ὑμῶν RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 1:12 ⸂ ὑμῖν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμῖν TR * 1:12 ⸋ ἐν RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL * 1:16 ⸆ – RP f 35 TR TNT2 NA28 ¦ ὅτι WH NA25+27 NIV SBL * 1:16 ⸂ γίνεσθε RP f 35 ¦ γένεσθε TR ¦ ἔσεσθε TNT2 WH NA NIV SBL * 1:16 ⸋ εἰμι RP f 35 TR NA27 NIV73 ¦ – TNT2 WH NA25+28 NIV11 SBL * 1:20 ⸂ ἐσχάτων τῶν χρόνων RP f 35 TR ¦ ἐσχάτου τῶν χρόνων TNT2 WH NA NIV SBL * 1:21 ⸂ πιστεύοντας RP f 35 TR ¦ πιστοὺς TNT2 WH NA NIV SBL * 1:22 ⸋ διὰ πνεύματος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:22 ⸋2 καθαρᾶς RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL * 1:23 ⸋ εἰς τὸν αἰῶνα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:24 ⸂ ἀνθρώπου RP f 35 TR ¦ αὐτῆς TNT2 WH NA NIV SBL * 1:24 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL