2
1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, *⸂μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς⸃ ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα *⸂2τοῦ χριστοῦ·⸃ 3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς *⸂ἁμαρτίας,⸃ ὁ υἱὸς τῆς ἀπωλείας, 4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ *⸋ὡς θεὸν⸌ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός. 5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; 6 Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ *⸂ἑαυτοῦ⸃ καιρῷ. 7 Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, 8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν *⸂ὁ κύριος⸃ *⸂2ἀναλώσει⸃ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· 9 οὗ ἐστὶν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους, 10 καὶ ἐν πάσῃ ἀπάτῃ *⸋τῆς⸌ ἀδικίας *⸋2ἐν⸌ τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. 11 Καὶ διὰ τοῦτο *⸂πέμψει⸃ αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· 12 ἵνα κριθῶσιν *⸂πάντες⸃ οἱ μὴ πιστεύσαντες *⸂2τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.⸃
13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ θεὸς *⸂ἀπ᾽ ἀρχῆς⸃ εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας· 14 εἰς ὃ *⸆ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. 15 Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.
16 Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός, *⸂καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν⸃ ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι *⸋ὑμᾶς⸌ ἐν παντὶ *⸉λόγῳ καὶ ἔργῳ⸊ ἀγαθῷ.
* 2:2 ⸂ μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς RP f 35 TR ¦ μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς TNT2 WH NA NIV SBL Ead * 2:2 ⸂2 τοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL Ead * 2:3 ⸂ ἁμαρτίας RP f 35 TR Ead ¦ ἀνομίας TNT2 WH NA NIV SBL * 2:4 ⸋ ὡς θεὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:6 ⸂ ἑαυτοῦ RP f 35 TR NA27+28 NIV SBL Ead ¦ αὐτοῦ TNT2 WH NA25 * 2:8 ⸂ ὁ κύριος RP f 35 TR ¦ ὁ κύριος Ἰησοῦς TNT2 WH NA NIV SBL Ead * 2:8 ⸂2 ἀναλώσει RP f 35 TR ¦ ἀνελεῖ TNT2 WH NA NIV SBL Ead * 2:10 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:10 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:11 ⸂ πέμψει RP f 35 TR ¦ πέμπει TNT2 WH NA NIV SBL Ead * 2:12 ⸂ πάντες RP f 35 TR WH NA NIV SBL ¦ ἅπαντες TNT2 Ead * 2:12 ⸂2 τῇ ἀληθείᾳ … ἐν τῇ ἀδικίᾳ RP f 35 TR ¦ τῇ ἀληθείᾳ … τῇ ἀδικίᾳ TNT2 WH NA NIV SBL * 2:13 ⸂ ἀπ᾽ ἀρχῆς RP f 35 TR TNT2 WH NIV73 Ead ¦ ἀπαρχὴν NA NIV11 SBL * 2:14 ⸆ – RP f 35 TR TNT2 WH NIV11 SBL Ead ¦ καὶ NA NIV73 * 2:16 ⸂ καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν RP f 35 TR ¦ καὶ θεὸς ὁ πατὴρ ἡμῶν TNT2 SBL ¦ καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν WH NA NIV Ead * 2:17 ⸋ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:17 ⸉ λόγῳ καὶ ἔργῳ RP f 35 TR ¦ ἔργῳ καὶ λόγῳ TNT2 WH NA NIV SBL Ead