ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
1
1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ χριστῷ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ *⸂θεοῦ πατρὸς ἡμῶν⸃ καὶ κυρίου Ἰησοῦ χριστοῦ.
3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· 4 ὥστε *⸉ἡμᾶς αὐτοὺς⸊ *⸂ἐν ὑμῖν καυχᾶσθαι⸃ ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε· 5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε· 6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, 7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, 8 ἐν *⸂πυρὶ φλογός,⸃ διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεόν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ *⸂2τοῦ κυρίου ἡμῶν Ἰησοῦ·⸃ 9 οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς *⸂πιστεύσασιν⸃ ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα *⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ⸃ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
* 1:2 ⸂ θεοῦ πατρὸς ἡμῶν RP f 35 TR TNT2 NA27+28 NIV11 Ead ¦ θεοῦ πατρὸς WH NA25 NIV73 SBL * 1:4 ⸉ ἡμᾶς αὐτοὺς RP f 35 TR Ead ¦ αὐτοὺς ἡμᾶς TNT2 WH NA NIV SBL * 1:4 ⸂ ἐν ὑμῖν καυχᾶσθαι RP f 35 TR ¦ ἐν ὑμῖν ἐγκαυχᾶσθαι TNT2 NA NIV SBL Ead ¦ ἐν ὑμῖν ἐνκαυχᾶσθαι WH * 1:8 ⸂ πυρὶ φλογός RP f 35 TR WH NA NIV Ead ¦ φλογὶ πυρός TNT2 SBL * 1:8 ⸂2 τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR * 1:10 ⸂ πιστεύσασιν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ πιστεύουσιν TR * 1:12 ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR