3
Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων πίστις. Πιστὸς δέ ἐστιν κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφὑμᾶς, ὅτι παραγγέλλομεν *ὑμῖν,⸌ καὶ ποιεῖτε καὶ ποιήσετε. δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας *εἰς τὴν ἀγάπην τοῦ θεοῦ, καὶ εἰς τὴν ὑπομονὴντοῦ χριστοῦ.
Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι *τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,⸃ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν *2παρέλαβονπαρἡμῶν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλἐν κόπῳ καὶ μόχθῳ, *νύκτα καὶ ἡμέρανἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. 10 Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. 11 Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. 12 Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν *διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,⸃ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. 13 Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐκκακήσητε καλοποιοῦντες. 14 Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, *καὶ μὴ συναναμίγνυσθεαὐτῷ, ἵνα ἐντραπῇ, 15 καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
16 Αὐτὸς δὲ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. κύριος μετὰ πάντων ὑμῶν.
17  ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω.
18  χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ πάντων ὑμῶν. *Ἀμήν.⸌
* 3:4 ⸋ ὑμῖν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 3:5 ⸂ εἰς τὴν ἀγάπην … εἰς τὴν ὑπομονὴν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ εἰς τὴν ἀγάπην … εἰς ὑπομονὴν TR * 3:6 ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR TNT2 NA27+28 SBL ¦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ WH NA25 NIV * 3:6 ⸂2 παρέλαβον RP f 35 ¦ παρέλαβε TR ¦ παρελάβετε TNT2 WH NA25 NIV ¦ παρελάβοσαν NA27+28 SBL Ead * 3:8 ⸂ νύκτα καὶ ἡμέραν RP f 35 TR Ead ¦ νυκτὸς καὶ ἡμέρας TNT2 WH NA NIV SBL * 3:12 ⸂ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ ἐν κυρίῳ Ἰησοῦ χριστῷ TNT2 WH NA NIV SBL Ead * 3:14 ⸂ καὶ μὴ συναναμίγνυσθε RP f 35 TR ¦ μὴ συναναμίγνυσθαι TNT2 WH NA NIV SBL * 3:18 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead