23
Ἀτενίσας δὲ * Παῦλος τῷ συνεδρίῳεἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. Τότε Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε μέλλει θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; Ἔφη τε Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, *Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν *Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,⸊ *ἔκραξενἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς *2Φαρισαίου·⸃ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν *ἐγὼκρίνομαι. Τοῦτο δὲ αὐτοῦ *λαλήσαντος,⸃ ἐγένετο στάσις τῶν Φαρισαίων, *καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι *μὲνγὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, *μηδὲ ἄγγελον, μήτε πνεῦμα·⸃ Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες *οἱ γραμματεῖςτοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἄγγελος, *μὴ θεομαχῶμεν.⸌ 10 Πολλῆς δὲ *γενομένηςστάσεως, *2εὐλαβηθεὶς χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπαὐτῶν, ἐκέλευσεν τὸ στράτευμα *3καταβῆναι καὶ ἁρπάσαιαὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν *τεεἰς τὴν παρεμβολήν.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ κύριος εἶπεν, Θάρσει *Παῦλε·⸌ ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές *τινες τῶν Ἰουδαίων συστροφήν,⸃ ἀνεθεμάτισαν ἑαυτούς, *λέγοντεςμήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ *2ἀποκτείνωσιντὸν Παῦλον. 13 Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν *πεποιηκότες·⸃ 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως *αὔριον*αὐτὸν καταγάγῃ*πρὸςὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. 16 Ἀκούσας δὲ υἱὸς τῆς ἀδελφῆς Παύλου *τὸ ἔνεδρον,⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ. 17 Προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον *ἀπάγαγεπρὸς τὸν χιλίαρχον· ἔχει γάρ *τι ἀπαγγεῖλαιαὐτῷ. 18  μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον, καί φησιν, δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν *νεανίανἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19 Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος, καὶ ἀναχωρήσας κατἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι; 20 Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον *εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον,⸊ ὡς *μέλλοντάτι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν *ἕτοιμοί εἰσινπροσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22  μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν *νεανίαν,⸃ παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός *2με.⸃ 23 Καὶ προσκαλεσάμενος *δύο τινὰςτῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα· 25 γράψας ἐπιστολὴν *περιέχουσαντὸν τύπον τοῦτον·
26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπαὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην *αὐτόν,⸌ μαθὼν ὅτι Ῥωμαῖός ἐστιν. 28 Βουλόμενος *δὲ*2γνῶναιτὴν αἰτίαν διἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον *αὐτὸνεἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν *ἄξιον θανάτου δεσμῶν *ἔγκλημα ἔχοντα.⸊ 30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα *μέλλεινἔσεσθαι *2ὑπὸ τῶν Ἰουδαίων,⸌ *ἐξαυτῆςἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν *3τὰπρὸς αὐτὸν ἐπὶ σοῦ. *4Ἔρρωσο.⸌
31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ *τῆςνυκτὸς εἰς τὴν Ἀντιπατρίδα. 32 Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς *πορεύεσθαισὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 Ἀναγνοὺς δὲ * ἡγεμών,⸌ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστίν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. *Ἐκέλευσέν τε αὐτὸν ἐν τῷ πραιτωρίῳ *Ἡρῴδου φυλάσσεσθαι.⸃
* 23:1 ⸂ ὁ Παῦλος τῷ συνεδρίῳ RP f 35 TR NA NIV SBL ¦ τῷ συνεδρίῳ ὁ Παῦλος TNT2 ¦ Παῦλος τῷ συνεδρίῳ WH * 23:5 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 23:6 ⸉ Σαδδουκαίων … Φαρισαίων RP TR TNT2 WH NA NIV SBL ¦ Φαρισαίων … Σαδδουκαίων f 35 * 23:6 ⸂ ἔκραξεν RP f 35 TR ¦ ἔκραζεν TNT2 WH NA NIV SBL * 23:6 ⸂2 Φαρισαίου RP f 35 TR ¦ Φαρισαίων TNT2 WH NA NIV SBL * 23:6 ⸋ ἐγὼ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 23:7 ⸂ λαλήσαντος RP f 35 TR ¦ εἰπόντος TNT2 NA27+28 NIV ¦ λαλοῦντος WH NA25 SBL * 23:7 ⸆ – RP ¦ καὶ τῶν Σαδδουκαίων f 35 TR ¦ καὶ Σαδδουκαίων TNT2 WH NA NIV SBL * 23:8 ⸋ μὲν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 23:8 ⸂ μηδὲ ἄγγελον, μήτε πνεῦμα RP TR ¦ μήτε ἄγγελον, μήτε πνεῦμα f 35 TNT2 WH NA NIV SBL * 23:9 ⸂ οἱ γραμματεῖς RP f 35 TR ¦ τινὲς τῶν γραμματέων TNT2 WH NA NIV SBL * 23:9 ⸋ μὴ θεομαχῶμεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:10 ⸂ γενομένης RP f 35 TR TNT2 ¦ γινομένης WH NA NIV SBL * 23:10 ⸂2 εὐλαβηθεὶς RP f 35 TR ¦ φοβηθεὶς TNT2 WH NA NIV SBL * 23:10 ⸂3 καταβῆναι καὶ ἁρπάσαι RP f 35 ¦ καταβὰν ἁρπάσαι TR TNT2 WH NA NIV SBL * 23:10 ⸋ τε RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 23:11 ⸋ Παῦλε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:12 ⸂ τινες τῶν Ἰουδαίων συστροφήν RP f 35 TR ¦ συστροφὴν οἱ Ἰουδαῖοι TNT2 WH NA NIV SBL * 23:12 ⸋ λέγοντες RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 23:12 ⸂2 ἀποκτείνωσιν RP TNT2 WH NA NIV SBL ¦ ἀνέλωσιν f 35 ¦ ἀποκτείνωσι TR * 23:13 ⸂ πεποιηκότες RP f 35 TR ¦ ποιησάμενοι TNT2 WH NA NIV SBL * 23:15 ⸋ αὔριον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:15 ⸉ αὐτὸν καταγάγῃ RP TR ¦ καταγάγῃ αὐτὸν f 35 TNT2 WH NA NIV SBL * 23:15 ⸂ πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 23:16 ⸂ τὸ ἔνεδρον RP f 35 TR ¦ τὴν ἐνέδραν TNT2 WH NA NIV SBL * 23:17 ⸂ ἀπάγαγε RP f 35 TR NA27+28 NIV ¦ ἄπαγε TNT2 WH NA25 SBL * 23:17 ⸉ τι ἀπαγγεῖλαι RP f 35 TR ¦ ἀπαγγεῖλαι τι TNT2 WH NA NIV SBL * 23:18 ⸂ νεανίαν RP f 35 TR WH SBL ¦ νεανίσκον TNT2 NA NIV * 23:20 ⸉ εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP f 35 TR ¦ τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον TNT2 WH NA NIV SBL * 23:20 ⸂ μέλλοντά RP ¦ μέλλοντές f 35 TR ¦ μέλλων TNT2 WH ¦ μέλλον NA NIV SBL * 23:21 ⸉ ἕτοιμοί εἰσιν RP f 35 ¦ ἕτοιμοί εἰσι TR ¦ εἰσιν ἕτοιμοί TNT2 WH NA NIV SBL * 23:22 ⸂ νεανίαν RP f 35 TR ¦ νεανίσκον TNT2 WH NA NIV SBL * 23:22 ⸂2 με RP f 35 TR NA27+28 NIV ¦ ἐμέ TNT2 WH NA25 SBL * 23:23 ⸉ δύο τινὰς RP f 35 TR NA27+28 NIV ¦ τινὰς δύο TNT2 WH NA25 SBL * 23:25 ⸂ περιέχουσαν RP f 35 TR ¦ ἔχουσαν TNT2 WH NA NIV SBL * 23:27 ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:28 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 23:28 ⸂2 γνῶναι RP f 35 TR ¦ ἐπιγνῶναι TNT2 WH NA NIV SBL * 23:28 ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:29 ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL * 23:29 ⸉ ἔγκλημα ἔχοντα RP f 35 TR ¦ ἔχοντα ἔγκλημα TNT2 WH NA NIV SBL * 23:30 ⸋ μέλλειν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:30 ⸋2 ὑπὸ τῶν Ἰουδαίων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:30 ⸂ ἐξαυτῆς RP f 35 TR WH NA NIV SBL ¦ ἐξ αὐτῶν TNT2 * 23:30 ⸋3 τὰ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 23:30 ⸋4 Ἔρρωσο. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:31 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:32 ⸂ πορεύεσθαι RP f 35 TR ¦ ἀπέρχεσθαι TNT2 WH NA NIV SBL * 23:34 ⸋ ὁ ἡγεμών RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:35 ⸂ Ἐκέλευσέν τε αὐτὸν … φυλάσσεσθαι. RP f 35 TR ¦ Κελεύσας … φυλάσσεσθαι αὐτὸν. TNT2 WH NA NIV SBL * 23:35 ⸆ – RP ¦ τοῦ f 35 TR TNT2 WH NA NIV SBL