22
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς *νυνὶἀπολογίας.
Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν,
Ἐγὼ *μένεἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. Ὡς καὶ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν. Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, κύριε; Εἶπέν τε πρός *με,⸃ Ἐγώ εἰμι Ἰησοῦς Ναζωραῖος ὃν σὺ διώκεις. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, *καὶ ἔμφοβοι ἐγένοντο·⸌ τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 Εἶπον δέ, Τί ποιήσω, κύριε; δὲ κύριος εἶπεν πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. 12 Ἀνανίας δέ τις, ἀνὴρ *εὐσεβὴςκατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων *Ἰουδαίων, 13 ἐλθὼν πρός *μεκαὶ ἐπιστὰς εἶπέν μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14  δὲ εἶπεν, θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα *τοῦ κυρίου.⸃ 17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου *τὴνμαρτυρίαν περὶ ἐμοῦ. 19 Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας *ἐπὶσέ· 20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν *τῇ ἀναιρέσει αὐτοῦ,⸌ *φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21 Καὶ εἶπεν πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ *καθῆκεναὐτὸν ζῇν. 23 Κραζόντων *δὲαὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν *αὐτὸν χιλίαρχος ἄγεσθαιεἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ διἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 Ὡς δὲ *προέτεινεναὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 Ἀκούσας δὲ ἑκατόνταρχος, προσελθὼν *ἀπήγγειλεν τῷ χιλιάρχῳλέγων, *Ὅρατί μέλλεις ποιεῖν· γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. 27 Προσελθὼν δὲ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, *εἰσὺ Ῥωμαῖος εἶ; δὲ ἔφη, Ναί. 28 Ἀπεκρίθη *τε χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. 29 Εὐθέως οὖν ἀπέστησαν ἀπαὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι *ἦν αὐτὸνδεδεκώς.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται *παρὰτῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν *ἀπὸ τῶν δεσμῶν,⸌ καὶ ἐκέλευσεν *2ἐλθεῖντοὺς ἀρχιερεῖς καὶ *3ὅλοντὸ συνέδριον *2αὐτῶν,⸌ καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
* 22:1 ⸂ νυνὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ νῦν TR * 22:3 ⸋ μέν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:8 ⸂ με RP f 35 TR NA27+28 NIV ¦ ἐμέ TNT2 WH NA25 SBL * 22:9 ⸋ καὶ ἔμφοβοι ἐγένοντο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:12 ⸂ εὐσεβὴς RP f 35 TR ¦ εὐλαβὴς TNT2 WH NA NIV SBL * 22:12 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐν Δαμασκῷ f 35 * 22:13 ⸂ με RP f 35 TR NA27+28 NIV ¦ ἐμὲ TNT2 WH NA25 SBL * 22:16 ⸂ τοῦ κυρίου RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 22:18 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:19 ⸂ ἐπὶ RP TR TNT2 WH NA NIV SBL ¦ ἐις f 35 * 22:20 ⸋ τῇ ἀναιρέσει αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:20 ⸆ – RP ¦ καὶ f 35 TR TNT2 WH NA NIV SBL * 22:22 ⸂ καθῆκεν RP f 35 TNT2 WH NA NIV SBL ¦ καθῆκον TR * 22:23 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 22:24 ⸂ αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι RP TR ¦ ὁ χιλίαρχος ἄγεσθαι αὐτὸν f 35 ¦ ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν TNT2 WH NA NIV SBL * 22:25 ⸂ προέτεινεν RP TR ¦ προέτειναν f 35 TNT2 WH NA NIV SBL * 22:26 ⸉ ἀπήγγειλεν τῷ χιλιάρχῳ RP ¦ τῷ χιλιάρχῳ ἀπήγγειλεν f 35 TNT2 WH NA NIV SBL ¦ ἀπήγγειλε τῷ χιλιάρχῳ TR * 22:26 ⸋ Ὅρα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:27 ⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:28 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 22:29 ⸉ ἦν αὐτὸν RP f 35 TR ¦ αὐτὸν ἦν TNT2 WH NA NIV SBL * 22:30 ⸂ παρὰ RP TR ¦ ὑπὸ f 35 TNT2 WH NA NIV SBL * 22:30 ⸋ ἀπὸ τῶν δεσμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:30 ⸂2 ἐλθεῖν RP f 35 TR ¦ συνελθεῖν TNT2 WH NA NIV SBL * 22:30 ⸂3 ὅλον RP TR ¦ πᾶν f 35 TNT2 WH NA NIV SBL * 22:30 ⸋2 αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL