24
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ἀρχιερεὺς Ἀνανίας μετὰ *τῶν πρεσβυτέρωνκαὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν Τέρτυλλος λέγων,
Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ *κατορθωμάτωνγινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα *στάσινπᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν· * * *παροὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. *Συνεπέθεντοδὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Ἀπεκρίθη *δὲ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν,
Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν *τῷ ἔθνει τούτῳ ἐπιστάμενος, *2εὐθυμότεροντὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου *γνῶναιὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι **2δεκαδύο,⸃ ἀφἧς ἀνέβην προσκυνήσων *3ἐνἹερουσαλήμ· 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 *Οὔτεπαραστῆσαί *μεδύνανται *περὶ ὧν *2νῦνκατηγοροῦσίν μου. 14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσιν *τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταιςγεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι *νεκρῶν,⸌ δικαίων τε καὶ ἀδίκων. 16 Ἐν τούτῳ *δὲαὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν *2ἔχωνπρὸς *τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Διἐτῶν δὲ πλειόνων *παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μουκαὶ προσφοράς· 18 ἐν *οἷςεὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς *ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς *δεῖἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός *2με.⸃ 20  αὐτοὶ οὗτοι εἰπάτωσαν, *τί εὗρον *ἐν ἐμοὶἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21  περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα *ἑστὼς ἐν αὐτοῖς,⸊ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον *ὑφ᾽⸃ ὑμῶν.
22 *Ἀκούσας δὲ ταῦτα Φῆλιξ ἀνεβάλετο αὐτούς,⸃ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, Ὅταν Λυσίας χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθὑμᾶς· 23 διαταξάμενός *τετῷ ἑκατοντάρχῃ τηρεῖσθαι *τὸν Παῦλον,⸃ ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν *2 προσέρχεσθαιαὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος Φῆλιξ σὺν Δρουσίλλῃ τῇ *γυναικὶοὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς *2χριστὸνπίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος *ἔσεσθαι,⸌ ἔμφοβος γενόμενος Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα *καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, *ὅπως λύσῃ αὐτόν·⸌ διὸ καὶ πυκνότερον *2αὐτὸνμεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον Φῆλιξ Πόρκιον Φῆστον· θέλων *τε*2χάριταςκαταθέσθαι τοῖς Ἰουδαίοις Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.
* 24:1 ⸂ τῶν πρεσβυτέρων RP f 35 TR ¦ πρεσβυτέρων τινῶν TNT2 WH NA NIV SBL * 24:2 ⸂ κατορθωμάτων RP f 35 TR ¦ διορθωμάτων TNT2 WH NA NIV SBL * 24:5 ⸂ στάσιν RP f 35 TR ¦ στάσεις TNT2 WH NA NIV SBL * 24:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. TR * 24:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε TR * 24:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR * 24:9 ⸂ Συνεπέθεντο RP f 35 TNT2 WH NA NIV SBL ¦ Συνέθεντο TR * 24:10 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 24:10 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ δίκαιον f 35 * 24:10 ⸂2 εὐθυμότερον RP f 35 TR ¦ εὐθύμως TNT2 WH NA NIV SBL * 24:11 ⸂ γνῶναι RP f 35 TR ¦ ἐπιγνῶναι TNT2 WH NA NIV SBL * 24:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἤ TR * 24:11 ⸂2 δεκαδύο RP f 35 TR ¦ δώδεκα TNT2 WH NA NIV SBL * 24:11 ⸂3 ἐν RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 24:13 ⸂ Οὔτε RP f 35 TR TNT2 ¦ Οὐδὲ WH NA NIV SBL * 24:13 ⸋ με RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 24:13 ⸆ – RP f 35 TR ¦ σοι TNT2 WH NA NIV SBL * 24:13 ⸂2 νῦν RP f 35 TR ¦ νυνὶ TNT2 WH NA NIV SBL * 24:14 ⸂ τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις RP f 35 TR ¦ τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις TNT2 WH NA NIV SBL * 24:15 ⸋ νεκρῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:16 ⸂ δὲ RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 24:16 ⸂2 ἔχων RP f 35 ¦ ἔχειν TR TNT2 WH NA NIV SBL * 24:16 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τε f 35 * 24:17 ⸉ παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου RP f 35 TR ¦ ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην TNT2 WH NA NIV SBL * 24:18 ⸂ οἷς RP f 35 TR ¦ αἷς TNT2 WH NA NIV SBL * 24:18 ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL * 24:19 ⸂ δεῖ RP TR ¦ ἔδει f 35 TNT2 WH NA NIV SBL * 24:19 ⸂2 με RP f 35 TR ¦ ἐμέ TNT2 WH NA NIV SBL * 24:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴ TR * 24:20 ⸋ ἐν ἐμοὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 24:21 ⸉ ἑστὼς ἐν αὐτοῖς RP f 35 TR ¦ ἐν αὐτοῖς ἑστὼς TNT2 WH NA NIV SBL * 24:21 ⸂ ὑφ᾽ RP f 35 TR ¦ ἐφ᾽ TNT2 WH NA NIV SBL * 24:22 ⸂ Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP f 35 TR ¦ Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ TNT2 WH NA NIV SBL * 24:23 ⸋ τε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:23 ⸂ τὸν Παῦλον RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 24:23 ⸋2 ἢ προσέρχεσθαι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:24 ⸂ γυναικὶ RP f 35 ¦ γυναικὶ αὐτοῦ TR ¦ ἰδίᾳ γυναικὶ TNT2 WH NA NIV SBL * 24:24 ⸂2 χριστὸν RP TR TNT2 ¦ χριστὸν Ἰησοῦν f 35 WH NA NIV SBL * 24:25 ⸋ ἔσεσθαι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:26 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 24:26 ⸋ ὅπως λύσῃ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:26 ⸋2 αὐτόν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 24:27 ⸂ τε RP TR TNT2 WH NA NIV SBL ¦ δὲ f 35 * 24:27 ⸂2 χάριτας RP f 35 TR ¦ χάριτα TNT2 WH NA NIV SBL