21
Καὶ ὅτε ἤγγισαν εἰς*Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴεἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότεἸησοῦςἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς· ⸀Πορεύεσθεεἰς τὴν κώμην τὴνκατέναντι§ὑμῶν, καὶεὐθέως*εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντεςἀγάγετέμοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺςδὲἀποστελεῖ§αὐτούς. Τοῦτοδὲ*γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶὄνον καὶἐπὶ πῶλον υἱὸν ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼςσυνέταξεναὐτοῖς Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκανἐπʼ§αὐτῶν τὰἱμάτια* καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντεςαὐτὸνκαὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα· Τίς ἐστιν οὗτος; 11 οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν προφήτης Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας. 12 Καὶ εἰσῆλθενἸησοῦς§εἰς τὸἱερόν* καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· Γέγραπται· οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸνποιεῖτεσπήλαιον λῃστῶν. 14 Καὶ προσῆλθον αὐτῷτυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἐποίησεν καὶ τοὺς§παῖδαςτοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν 16 καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; 17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. 18 Πρωῒ*δὲἐπανάγωνεἰς τὴν πόλιν ἐπείνασεν. 19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπʼ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· ⸀Μηκέτιἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα συκῆ. 20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη συκῆ; 21 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· 22 καὶ πάντα ὅσαἂν§αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. 23 Καὶἐλθόντος αὐτοῦ* εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25 τὸβάπτισματὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντοἐνἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην§. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. ⸀προσελθὼν*τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷἀμπελῶνι 29  δὲ ἀποκριθεὶς εἶπεν· ⸂Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶςἀπῆλθεν. 30 προσελθὼν δὲ§ τῷδευτέρῳ*εἶπεν ὡσαύτως· δὲ ἀποκριθεὶς εἶπεν· ⸂Ἐγώ, κύριε· καὶ οὐκἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν πρῶτος§ λέγει αὐτοῖς Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32 ἦλθεν γὰρἸωάννης πρὸς ὑμᾶς* ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντεςοὐδὲμετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. 33 Ἄλλην παραβολὴν ἀκούσατε. ⸀Ἄνθρωποςἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ⸀σχῶμεν§τὴν κληρονομίαν αὐτοῦ· 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42 Λέγει αὐτοῖς Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44 Καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ λικμήσει αὐτόν.* 45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.
* 21:1 εἰς WH Treg NA28 ] πρὸς RP 21:1 Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg RP 21:2 Πορεύεσθε WH Treg NA28 ] Πορεύθητε RP § 21:2 κατέναντι WH Treg NA28 ] ἀπέναντι RP * 21:2 εὐθέως Treg NA28 RP ] εὐθὺς WH 21:2 ἀγάγετέ WH NA28 RP ] ἄγετέ Treg 21:3 εὐθὺς WH Treg NA28 ] εὐθέως RP § 21:3 ἀποστελεῖ WH Treg NA28 ] ἀποστέλλει RP * 21:4 δὲ WH Treg NA28 ] + ὅλον RP 21:5 ἐπὶ WH Treg NA28 ] – RP 21:6 συνέταξεν WH Treg NA28 ] προσέταξεν RP § 21:7 ἐπʼ WH Treg NA28 ] ἐπάνω RP * 21:7 ἱμάτια WH Treg NA28 ] + αὐτῶν RP 21:9 αὐτὸν WH Treg NA28 ] – RP 21:11 ὁ προφήτης Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦς ὁ προφήτης RP § 21:12 Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς RP * 21:12 ἱερόν WH Treg NA28 ] + τοῦ θεοῦ RP 21:13 ποιεῖτε WH Treg NA28 ] ἐποιήσατε RP 21:14 τυφλοὶ καὶ χωλοὶ WH Treg NA28 ] χωλοὶ καὶ τυφλοὶ RP § 21:15 τοὺς WH Treg NA28 ] – RP * 21:18 Πρωῒ WH Treg NA28 ] Πρωῒας RP 21:18 ἐπανάγων Treg NA28 RP ] ἐπαναγαγὼν WH 21:19 Μηκέτι Treg NA28 RP ] Οὐ μηκέτι WH § 21:22 ἂν WH NA28 ] ἐὰν Treg RP * 21:23 ἐλθόντος αὐτοῦ WH Treg NA28 ] ἐλθόντι αὐτῷ RP 21:25 τὸ WH Treg NA28 ] – RP 21:25 ἐν WH Treg NA28 ] παρʼ RP § 21:26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NA28 ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP * 21:28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NA28 RP 21:28 ἀμπελῶνι WH Treg NA28 ] + μου RP 21:29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NA28 RP ] Ἐγώ κύριε καὶ οὐκ WH § 21:30 προσελθὼν δὲ WH Treg NA28 ] Καὶ προσελθὼν RP * 21:30 δευτέρῳ WH Treg RP ] ἑτέρῳ NA28 21:30 Ἐγώ κύριε καὶ οὐκ Treg NA28 RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH 21:31 λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP § 21:31 πρῶτος NA28 RP ] ὕστερος WH Treg * 21:32 Ἰωάννης πρὸς ὑμᾶς WH Treg NA28 ] πρὸς ὑμᾶς Ἰωάννης RP 21:32 οὐδὲ WH Treg NA28 ] οὐ RP 21:33 Ἄνθρωπος WH Treg NA28 ] + τις RP § 21:38 σχῶμεν WH Treg NA28 ] κατάσχωμεν RP * 21:44 Καὶ … αὐτόν. WH Treg NA28 RP ] – WHmarg 21:46 ἐπεὶ εἰς WH Treg NA28 ] ἐπειδὴ ὡς RP