22
Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπενἐν παραβολαῖς αὐτοῖς* λέγων· Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃςμὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃς§δὲἐπὶ*τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. τότε λέγει τοῖς δούλοις αὐτοῦ· μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσουςἐὰνεὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάνταςοὓς§εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη γάμος*ἀνακειμένων. 11 εἰσελθὼν δὲ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; δὲ ἐφιμώθη. 13 τότε βασιλεὺς εἶπεν τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖραςἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶνλέγοντες§ Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ; 18 γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή; 21 λέγουσιναὐτῷ* Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντεςμὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ πρῶτος ⸀γήμαςἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ δεύτερος καὶ τρίτος, ἕως τῶν ἑπτά· 27 ὕστερον δὲ πάντων ἀπέθανεν§γυνή. 28 ἐν τῇἀναστάσει οὖν* τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται ἀλλʼ ὡς ἄγγελοιθεοῦἐντῷ§οὐρανῷ εἰσιν· 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32 Ἐγώ εἰμι θεὸς*Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν θεὸςνεκρῶν ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζωναὐτόν 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 δὲἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃτῇ§καρδίᾳ σου καὶ ἐν ὅλῃτῇ*ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν μεγάλη καὶ πρώτη ἐντολή. 39 Δευτέραδὲὁμοίααὐτῇ§ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος ⸂κρέμαται καὶ οἱ προφῆται*.
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματικαλεῖ αὐτὸν κύριον λέγων· 44 Εἶπενκύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σουὑποκάτω§τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατοἀποκριθῆναι αὐτῷ* λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
* 22:1 ἐν παραβολαῖς αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἐν παραβολαῖς RP 22:4 ἡτοίμακα WH Treg NA28 ] ἡτοίμασα RP 22:5 ⸀ὃς WH Treg NA28 ] ὁ RP § 22:5 ⸁ὃς WH Treg NA28 ] ὁ RP * 22:5 ἐπὶ WH Treg NA28 ] εἰς RP 22:7 ὁ δὲ βασιλεὺς WH Treg NA28 ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP 22:9 ἐὰν WH Treg NA28 ] ἂν RP § 22:10 οὓς WH NA28 ] ὅσους Treg RP * 22:10 γάμος Treg NA28 RP ] νυμφὼν WH 22:13 ὁ βασιλεὺς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ βασιλεὺς RP 22:13 ἐκβάλετε αὐτὸν WH Treg NA28 ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP § 22:16 λέγοντες NA28 RP ] λέγοντας WH Treg * 22:21 αὐτῷ Treg NA28 RP ] – WH 22:23 λέγοντες WH Treg NA28 ] οἱ λέγοντες RP 22:25 γήμας WH Treg NA28 ] γαμήσας RP § 22:27 ἡ WH NA28 ] καὶ ἡ Treg RP * 22:28 ἀναστάσει οὖν WH Treg NA28 ] οὖν ἀναστάσει RP 22:30 γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP 22:30 θεοῦ Holmes ] τοῦ θεοῦ RP; – WH Treg NA28 § 22:30 τῷ WH Treg NA28 ] – RP * 22:32 ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg 22:35 αὐτόν WH Treg NA28 ] + καὶ λέγων RP 22:37 δὲ WH Treg NA28 ] + Ἰησοῦς RP § 22:37 ⸀τῇ Treg NA28 ] – WH RP * 22:37 ⸁τῇ WH Treg NA28 ] – RP 22:38 ἡ μεγάλη καὶ πρώτη WH Treg NA28 ] πρώτη καὶ μεγάλη RP 22:39 δὲ Treg NA28 RP ] – WH § 22:39 αὐτῇ Treg NA28 RP ] αὕτη WH * 22:40 κρέμαται καὶ οἱ προφῆται WH Treg NA28 ] καὶ οἱ προφῆται κρέμανται RP 22:43 καλεῖ αὐτὸν κύριον WH Treg NA28 ] κύριον αὐτὸν καλεῖ RP 22:44 Εἶπεν WH Treg NA28 ] + ὁ RP § 22:44 ὑποκάτω WH Treg NA28 ] ὑποπόδιον RP * 22:46 ἀποκριθῆναι αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῆναι RP