20
Ὁμοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. συμφωνήσας δὲ* μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ἐὰν δίκαιον δώσω ὑμῖν· οἱ δὲ ἀπῆλθον. ⸀πάλινἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴνἑνδεκάτηνἐξελθὼν εὗρεν ἄλλουςἑστῶτας§ καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸνἀμπελῶνα* ὀψίας δὲ γενομένης λέγει κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδοςαὐτοῖςτὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 καὶ ἐλθόντες§ οἱ πρῶτοι ἐνόμισαν ὅτιπλεῖον*λήμψονται· καὶ ἔλαβοντὸ ἀνὰ δηνάριον καὶ αὐτοί. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσουςαὐτοὺς ἡμῖν§ ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13  δὲ ἀποκριθεὶςἑνὶ αὐτῶν εἶπεν*· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 οὐκἔξεστίν μοι θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ⸀§ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 οὕτως ἔσονται οἱ ἔσχατοι*πρῶτοι καὶ οἱ πρῶτοιἔσχατοι. 17 Καὶ ἀναβαίνων Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκαμαθητὰςκατʼ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ§ εἶπεν αὐτοῖς· 18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳἐγερθήσεται* 20 Τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τιπαρʼαὐτοῦ. 21  δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶνσουκαὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλωπίνειν§ λέγουσιν αὐτῷ· Δυνάμεθα. 23 λέγει*αὐτοῖς· Τὸ μὲν ποτήριόν μουπίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξεὐωνύμωνοὐκ ἔστινἐμὸν§δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25  δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 οὐχ οὕτωςἔσται*ἐν ὑμῖν· ἀλλʼ ὃςἂνθέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27 καὶ ὃςἂνθέλῃ ἐν ὑμῖν εἶναι πρῶτοςἔσται§ὑμῶν δοῦλος· 28 ὥσπερ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. 29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.* 31  δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζονἔκραξανλέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.§* 32 καὶ στὰς Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. 34 σπλαγχνισθεὶς δὲ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτωναὐτῶν, καὶ εὐθέωςἀνέβλεψαν§καὶ ἠκολούθησαν αὐτῷ.
* 20:2 συμφωνήσας δὲ WH Treg NA28 ] Καὶ συμφωνήσας RP 20:5 πάλιν NIV RP ] + δὲ WH Treg NA28 20:6 ἑνδεκάτην WH Treg NA28 ] + ὥραν RP § 20:6 ἑστῶτας WH Treg NA28 ] + ἀργούς RP * 20:7 ἀμπελῶνα WH Treg NA28 ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP 20:8 αὐτοῖς Treg NA28 RP ] – WH 20:9 καὶ ἐλθόντες Treg NA28 RP ] ἐλθόντες δὲ WH § 20:10 καὶ ἐλθόντες WH Treg NA28 ] Ἐλθόντες δὲ RP * 20:10 πλεῖον WH Treg NA28 ] πλεῖονα RP 20:10 τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NA28 ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP 20:12 λέγοντες WH Treg NA28 ] + ὅτι RP § 20:12 αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NA28 RP * 20:13 ἑνὶ αὐτῶν εἶπεν WH NA28 ] εἶπεν ἑνὶ αὐτῶν Treg RP 20:15 οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA28 20:15 ὃ θέλω ποιῆσαι WH Treg NA28 ] ποιῆσαι ὃ θέλω RP § 20:15 ἢ WH Treg NA28 ] Εἰ RP * 20:16 ἔσχατοι WH NA28 ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP 20:17 Καὶ ἀναβαίνων ὁ Treg NA28 RP ] Μέλλων δὲ ἀναβαίνειν WH 20:17 μαθητὰς WH NA28 RP ] – Treg § 20:17 καὶ ἐν τῇ ὁδῷ WH Treg NA28 ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV * 20:19 ἐγερθήσεται WH Treg NA28 ] ἀναστήσεται RP 20:20 παρʼ RP ] ἀπʼ WH Treg NA28 20:21 σου Treg NA28 RP ] – WH § 20:22 πίνειν WH Treg NA28 ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP * 20:23 λέγει WH Treg NA28 ] Καὶ λέγει RP 20:23 πίεσθε WH Treg NA28 ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP 20:23 εὐωνύμων WH Treg NA28 ] + μου RP § 20:23 ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA28 * 20:26 ἔσται NA28 ] δέ ἔσται RP; ἐστὶν WH Treg 20:26 ἂν WH Treg ] ἐὰν NA28 RP 20:27 ἂν WH Treg NA28 ] ἐὰν RP § 20:27 ἔσται WH Treg NA28 ] ἔστω RP * 20:30 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA28 20:30 υἱὸς WH Treg RP NA28 ] υἱὲ NIV 20:31 ἔκραξαν WH Treg NA28 ] ἔκραζον RP § 20:31 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA28 * 20:31 υἱὸς WH Treg RP NA28 ] υἱὲ NIV 20:33 ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NA28 ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP 20:34 ὀμμάτων WH Treg NA28 ] ὀφθαλμῶν RP § 20:34 ἀνέβλεψαν WH Treg NA28 ] + αὐτῶν οἱ ὀφθαλμοί RP