5
The Scroll and the Lamb
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ *ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς §ἐδύνατο ἐν τῷ οὐρανῷ *ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ §ἐγὼ ἔκλαιον *πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν λέων ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζα §Δαυίδ, * ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον §ἑστηκὸς ὡς ἐσφαγμένον, *ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ §ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν. Καὶ ἦλθε, καὶ *εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι §ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος *κιθάραν, καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσι προσευχαὶ τῶν ἁγίων. Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες,
 
Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον,
καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ·
ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10 καὶ ἐποίησας §αὐτοὺς τῷ Θεῷ ἡμῶν *βασιλεῖς καὶ ἱερεῖς,
καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
 
11 Καὶ εἶδον, καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν §κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· *καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ,
 
Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον
λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν
καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
 
13 Καὶ πᾶν κτίσμα ἐν τῷ οὐρανῷ, καὶ §ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης *ἐστί, καὶ τὰ ἐν αὐτοῖς, πάντας ἤκουσα λέγοντας,
 
Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ
εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. §Ἀμήν.
 
14 Καὶ τὰ *τέσσαρα ζῷα λέγοντα τὸ Ἀμήν. Καὶ οἱ §πρεσβύτεροι *ἔπεσον, καὶ προσεκύνησαν.
* 5:1 εξωθεν 𝔐A,C,K 80.2% ¦ οπισθεν NA SBL TH TR WH 8.9% 5:2 εν 𝔐A+,K [67%] ¦ — 𝔐A−,C PCK TR [33%] 5:2 αξιος εστιν 𝔐A,K [67.9%] ¦ αξιος 𝔐C CT PCK [28.8%] ¦ εστιν αξιος TR [2.8%] § 5:3 εδυνατο 𝔐A−,C,K [68.5%] ¦ ηδυνατο 𝔐A+ ECM TR [27.8%] * 5:3 ανω 𝔐K [56%] ¦ — 𝔐A,C ANT CT PCK TR [43.1%] 5:3 ουτε … ουτε 𝔐K [44.4%] ¦ ουδε … ουδε 𝔐A,C CT PCK TR [33.3%] ¦ 5:3 ουτε [66.2%] 𝔐A+,K ¦ ουδε 𝔐A−,C PCK TR [31%] § 5:4 εγω 𝔐A+,C,K [78.7%] ¦ — 𝔐A− ECM NA TH [12%] ¦ {omit verse 4} [5.1%] * 5:4 πολυ 𝔐A,C,K [86.5%] ¦ πολλα TR [2.3%] ¦ {omit verse 4} [5.1%] 5:4 ανοιξαι 𝔐A−,K [65.3%] ¦ ανοιξαι και αναγνωναι 𝔐A+,C PCK TR [28.2%] ¦ {omit verse 4} [5.1%] 5:5 ο 𝔐A,C,K [86.6%] ¦ ο ων TR [5.1%] ¦ — MSS [7.9%] § 5:5 δαυιδ [2.3%] ¦ ΔΑΔ 𝔐A,C,K [95.4%] ¦ δαβιδ HF TR [0.5%] ¦ δαυειδ WH [0.5%] {Note: The editors of printed editions prefer to spell out this name rather than using the abbreviated form.} * 5:5 ο ανοιγων 𝔐K 41.7% ¦ ανοιξαι 𝔐A,C ANT CT PCK TR 53.5% 5:5 και 𝔐A,C,K [94%] ¦ και λυσαι TR [4.6%] 5:6 ειδον 𝔐A,C,K [75.6%] ¦ ιδον MSS [11.5%] ¦ ειδον και ιδου TR [9.7%] § 5:6 εστηκος 𝔐A+,C,K [78.3%] ¦ εστηκως 𝔐A− [19.4%] * 5:6 εχον 𝔐A,C,K [76%] ¦ εχων NA SBL TH WH [22.6%] 5:6 α 𝔐A−,C,K 73.8% ¦ οι 𝔐A+ CT TR 22.7% 5:6 επτα πνευματα του θεου 𝔐A,C,K 72.8% ¦ πνευματα του θεου ECM† 10.1% ¦ επτα του θεου πνευματα TR 5.4% § 5:6 αποστελλομενα 𝔐C,K 59.2% ¦ τα απεσταλμενα 𝔐A TR 19.6% ¦ τα αποστελλομενα MSS 8.6% ¦ απεσταλμενοι NA SBL TH WH 1.2% * 5:7 ειληφεν … θρονου 𝔐A+,C,K [74.5%] ¦ ειληφε το βιβλιον … θρονου TR [13%] ¦ ειληφεν … θρονου το βιβλιον 𝔐A− [11.1%] 5:8 τεσσαρα 𝔐A,C−,K [81.4%] ¦ δ΄ 𝔐C+ [16.7%] ¦ τεσσερα WH [1.4%] 5:8 εικοσι τεσσαρες 𝔐A+,K− [46.5%] ¦ κδ΄ 𝔐A−,C,K+ [53%] § 5:8 επεσον 𝔐A,C,K [76.7%] ¦ επεσαν ANT CT [20.9%] * 5:8 κιθαραν 𝔐A−,K [62%] ¦ κιθαρας 𝔐A+,C PCK TR [37.6%] 5:8 προσευχαι 𝔐K+ [32.1%] ¦ αι προσευχαι 𝔐A,C ANT CT PCK TR [50.9%] ¦ προσευχων 𝔐K− [17%] 5:9 τω θεω ημας 𝔐A,C,K 75.1% ¦ ημας τω θεω MSS 14% ¦ ημας MSS 7% ¦ τω θεω NA SBL WH 0.4% § 5:10 αυτους 𝔐A,C,K [97.2%] ¦ ημας TR [1.4%] * 5:10 βασιλεις 𝔐A,C,K 93.7% ¦ βασιλειαν ECM† NA SBL TH WH 5.1% 5:10 βασιλευσουσιν 𝔐A+,C,K+ 60.3% ¦ βασιλευουσιν 𝔐A−,K− SBL WH 35.8% ¦ βασιλευσομεν TR 3.1% 5:11 ως 𝔐A−,C,K [76.5%] ¦ — 𝔐A+ ECM† NA SBL TH TR WH [23.5%] § 5:11 κυκλω 𝔐A,C,K [93.5%] ¦ κυκλοθεν TR [4.6%] * 5:11 και ην ο αριθμος αυτων μυριαδες μυριαδων 𝔐A,C,K [97.2%] ¦ — ST [0%] {Two manuscripts (0.9%) have a longer omission here, but no extant manuscripts read like ST.} 5:12 τον 𝔐K [51.9%] ¦ — 𝔐A,C CT PCK TR [44.5%] 5:13 ο 𝔐K [49.1%] ¦ ο εστιν 𝔐A,C PCK TR [46.3%] § 5:13 επι της γης 𝔐A+,C,K [85.8%] ¦ εν τη γη 𝔐A− TR [8.3%] ¦ επι γης MSS [6%] * 5:13 εστι 𝔐K 45.3% ¦ α εστι 𝔐A+,C ECM† PCK TR 36% ¦ — 𝔐A− NA SBL 12.8% 5:13 παντας 𝔐A−C,K [57.6%] ¦ παντα 𝔐A+ ANT ECM† NA SBL TH TR WH [20.3%] ¦ παντα και MSS [11.1%] ¦ και παντας 𝔐A− [9.2%] 5:13 του θρονου 𝔐A,C [59.6%] ¦ τω θρονω 𝔐K ECM† HF NA SBL TH [38.1%] § 5:13 αμην 𝔐A,C,K 74.2% ¦ — ANT CT TR 19.6% * 5:14 τεσσαρα 𝔐A,C,K [84.9%] ¦ δ MSS [6.9%] ¦ τεσσερα WH [1.8%] ¦ {omit και τα τεσσαρα ζωα λεγοντα το αμην} MSS [5%] 5:14 λεγοντα 𝔐C,K [44.5%] ¦ ελεγον 𝔐A ANT CT TR [41.3%] ¦ {omit και τα τεσσαρα ζωα λεγοντα το αμην} MSS [5%] 5:14 το 𝔐C,K [60.1%] ¦ — 𝔐A ANT CT TR [33.9%] ¦ {omit και τα τεσσαρα ζωα λεγοντα το αμην} MSS [5%] § 5:14 πρεσβυτεροι 𝔐A,C,K [97.2%] ¦ εικοσι τεσσαρες πρεσβυτεροι TR [1.8%] * 5:14 επεσον 𝔐A,C,K [67.4%] ¦ επεσαν ANT CT TR [31.7%] 5:14 προσεκυνησαν 𝔐A,C,K [97.3%] ¦ προσεκυνησαν ζωντι εις τους αιωνας των αιωνων TR [1.4%]