4
Worship in Heaven
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα *ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ φωνὴ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετἐμοῦ λέγων, Ἀνάβα ὧδε, καὶ δείξω σοι δεῖ γενέσθαι μετὰ ταῦτα. καὶ εὐθέως ἐγενόμην ἐν Πνεύματι, καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ §τὸν θρόνον καθήμενος, *ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὁμοίως ὅρασις σμαραγδίνων. §καὶ κυκλόθεν τοῦ θρόνου *θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους τοὺς §εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους *ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου §αὐτοῦ, *αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ Θεοῦ· καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.
Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου §τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον *ἔχον πρόσωπον ἀνθρώπου, καὶ τὸ τέταρτον ὅμοιον ἀετῷ §πετομένῳ· *καὶ τέσσαρα ζῷα, ἓν καθἓν §ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν *γέμουσιν ὀφθαλμῶν. καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες,
 
Ἅγιος, ἅγιος, ἅγιος,
ἅγιος, ἅγιος, ἅγιος,
ἅγιος, ἅγιος, ἅγιος
Κύριος Θεὸς παντοκράτωρ,
ἦν καὶ ὢν καὶ ἐρχόμενος.
 
καὶ ὅταν §δῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ *τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ §βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,
 
11 Ἄξιος εἶ, * Κύριος καὶ Θεὸς ἡμῶν, ἅγιος,
λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν,
ὅτι σὺ ἔκτισας πάντα,
καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.
* 4:1 ανεωγμενη 83.4% ¦ ηνεωγμενη ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ 14.7% 4:1 λεγων 49.3% ¦ λεγουσα ᴘᴄᴋ ᴛʀ 44.7% 4:2 και 57.3% ¦ — ᴄᴛ ʜꜰ 42.7% § 4:2 τον θρονον 57.1% ¦ του θρονου ᴘᴄᴋ ᴛʀ 42.4% * 4:3 ομοιος 79.2% ¦ και ο καθημενος ομοιος ᴄᴛ 15.1% ¦ και ο καθημενος ην ομοιος ᴛʀ 2.7% 4:3 σαρδιω 74.9% ¦ σαρδινω ᴛʀ 14% ¦ σαρδειω ᴍꜱꜱ 9.8% 4:3 ομοιως ορασις σμαραγδινων 34.8% ¦ ομοιος ορασει σμαραγδινω ᴄᴛ ꜱᴛ 25.7% ¦ ομοια ορασει σμαραγδινω ᴘᴄᴋ ꜱᴄʀ 24.8% § 4:4 και 64.8% ¦ — ʜꜰ 32.9% * 4:4 θρονοι 90.2% ¦ θρονους ɴᴀ ᴛʜ 7.9% 4:4 εικοσι τεσσαρες 40.6% ¦ κδʹ ɴᴀ 56.7% ¦ εικοσι και τεσσαρες ᴛʀ 0.5% 4:4 τους 51.8% ¦ ειδον τους ᴘᴄᴋ ᴛʀ 14.7% ¦ — ᴄᴛ 26.6% § 4:4 εικοσι τεσσαρας 40.6% ¦ κδʹ ɴᴀ 56.5% ¦ εικοσι και τεσσαρας ᴛʀ 0.5% * 4:4 εν 90.8% ¦ — ᴡʜ 9.2% 4:4 και 98.6% ¦ και εσχον ᴛʀ 1.4% 4:5 φωναι και βρονται 89.9% ¦ βρονται και φωναι ᴛʀ 9.2% § 4:5 αυτου 77.9% ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ 21.2% * 4:5 αι εισιν 68.5% ¦ αι εισι τα ᴀɴᴛ ᴛʀ 12.5% ¦ α εισι τα ᴄᴛ 9.7% 4:6 ως 86.2% ¦ — ᴛʀ 13.8% 4:6 κρυσταλλω 79.7% ¦ κρυσταλω ᴘᴄᴋ 19.4% § 4:6 τεσσαρα 93.5% ¦ τεσσερα ᴡʜ 0.5% * 4:7 εχον 64.5% ¦ εχων ꜱʙʟ ᴛʜ ᴡʜ 30% 4:7 προσωπον ανθρωπου 44.9% ¦ το προσωπον ως ανθρωπος ᴘᴄᴋ ᴛʀ 38.3% ¦ το προσωπον ως ανθρωπου ᴀɴᴛ ᴄᴛ 1.6% 4:7 τεταρτον 43.1% ¦ τεταρτον ζωον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 54.1% § 4:7 πετομενω 86.8% ¦ πετωμενω ᴛʀ 12.7% * 4:8 και 43.8% ¦ και τα ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ 56.3% 4:8 τεσσαρα 95.4% ¦ τεσσερα ᴡʜ 0.9% 4:8 εν 48.6% ¦ εν αυτων ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 42.7% ¦ εαυτο ᴛʀ 3.7% § 4:8 εχον 55.5% ¦ εχων ꜱʙʟ ᴛʜ ᴡʜ 22.3% ¦ εχοντα ᴍꜱꜱ 6.8% ¦ εχει ᴍꜱꜱ 5.3% ¦ ειχον ᴛʀ 4.2% * 4:8 γεμουσιν 88% ¦ γεμοντα ᴛʀ 11.1% 4:8 λεγοντες 85.7% ¦ λεγοντα ᴘᴄᴋ ᴛʀ 14.7% 4:8 αγιος [9 times] 39.6% ¦ αγιος [3 times] ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ 53.9% § 4:9 δωσι 55.6% ¦ δωσουσι ᴄᴛ ᴛʀ 18.7% ¦ δωσωσι ᴍꜱꜱ 16.3% * 4:9 του θρονου 94.9% ¦ τω θρονω ꜱʙʟ ᴛʜ 4.6% 4:10 εικοσι τεσσαρες 44.7% ¦ κδʹ ɴᴀ 45.2% ¦ εικοσι και τεσσαρες ᴛʀ 1.4% 4:10 προσκυνησουσι 89% ¦ προσκυνουσι ᴛʀ 1.8% § 4:10 βαλουσι 74.1% ¦ βαλλουσι ᴛʀ 24.1% * 4:11 ο κυριος και ο θεος ημων ο αγιος 52.5% ¦ κυριε ο θεος ημων ᴍꜱꜱ 25.3% ¦ ο κυριος και θεος ημων ο αγιος ᴍꜱꜱ 5.5% ¦ ο κυριος και ο θεος ημων ᴄᴛ 4.1% ¦ κυριε ᴛʀ 2.3% ¦ ο κυριος και θεος ημων ᴀɴᴛ 1.8% 4:11 παντα 53% ¦ τα παντα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 45.2% 4:11 ησαν 45.6% ¦ εισι ᴘᴄᴋ ᴛʀ 46.1%