15
The Seven Angels with Seven Plagues
Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη θυμὸς τοῦ Θεοῦ.
Καὶ εἶδον ὡς θάλασσαν *ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν §ὑαλίνην, ἔχοντας *κιθάρας τοῦ Θεοῦ. Καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,
 
Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,
Κύριε Θεὸς παντοκράτωρ·
δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου,
βασιλεὺς τῶν §ἐθνῶν.
Τίς οὐ μὴ φοβηθῇ *σε, Κύριε,
καὶ δοξάσῃ τὸ ὄνομά σου;
Ὅτι μόνος ἅγιος·
ὅτι §πάντα τὰ ἔθνη ἥξουσι
καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
 
Καὶ μετὰ ταῦτα εἶδον, *καὶ ἠνοίγη ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ· καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς §ἐκ τοῦ ναοῦ, *οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς· καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ἐγεμίσθη ναὸς §καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς *ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
* 15:2 υαλινην ¦ υελινην PCK 15:2 του θηριου και εκ της εικονος ¦ της εικονος και εκ του θηριου K 15:2 και ¦ και εκ του χαραγματος αυτου TR ¦ και εκ του χαραγματος αυτου και Αν § 15:2 υαλινην ¦ υελινην PCK * 15:2 κιθαρας ¦ τας κιθαρας K ANT HF 15:3 μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR 15:3 του ¦ — ST § 15:3 εθνων ¦ αγιων TR ¦ αιωνων SBL WH * 15:4 σε ¦ — Αν ANT CT 15:4 δοξαση ¦ δοξασει CT 15:4 αγιος ¦ αγιος ει PCK ¦ οσιος Αν ANT CT TR § 15:4 παντα τα εθνη ¦ παντες K HF * 15:5 και ¦ και ιδου TR 15:6 εξηλθον ¦ εξηλθαν WH 15:6 οι ¦ — TR § 15:6 εκ του ναου ¦ εκ του ουρανου PCK ¦ — K HF * 15:6 οι ησαν ¦ — CT TR 15:6 λινον ¦ λιθον WH 15:6 καθαρον ¦ καθαρον και TR § 15:8 καπνου ¦ εκ του καπνου K ANT HF * 15:8 εδυνατο ¦ ηδυνατο Αν PCK TR 15:8 επτα ¦ — Αν PCK