14
The Song of the 144,000
Καὶ εἶδον, καὶ ἰδού, *τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μεταὐτοῦ ἀριθμὸς §ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι *τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. Καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς §ἐδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ *ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν §ὑπάγῃ. Οὗτοι *ὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ. Καὶ οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος· ἄμωμοι γάρ §εἰσι.
The Messages of the Three Angels
Καὶ εἶδον *ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον, εὐαγγελίσαι §τοὺς *καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν §Κύριον, καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε *αὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
Καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησε, λέγων, §Ἔπεσε Βαβυλὼν * μεγάλη, ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ ἔθνη.
Καὶ §ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις *προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων, καὶ ἐνώπιον τοῦ ἀρνίου· 11 καὶ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν §εἰς αἰῶνας αἰώνων ἀναβαίνει· καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12 Ὧδε * ὑπομονὴ τῶν ἁγίων ἐστίν· οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ §λεγούσης, Γράψον, Μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες ἀπἄρτι· *λέγει Ναὶ τὸ πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μεταὐτῶν.
The Harvest of the Earth
14 Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην §καθήμενον ὅμοιον *υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον· ὅτι §ἦλθεν ὥρα *θερίσαι, ὅτι ἐξηράνθη θερισμὸς τῆς γῆς. 16 Καὶ ἔβαλεν καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη γῆ.
17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, §ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε *κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19 Καὶ §ἔβαλεν ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ *τὸν μέγαν. 20 Καὶ ἐπατήθη ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
* 14:1 το ¦ — PCK TR 14:1 εστηκος 𝔐C,K 51% ¦ εστως 𝔐A 26.1% ¦ εστος CT 10% ¦ εστηκως MSS 8.8% 14:1 αριθμος ¦ — Αν ANT CT PCK TR § 14:1 εκατον τεσσαρακοντα τεσσαρες ¦ ρμδ΄ K ECM HF ¦ εκατον τεσσερακοντα τεσσαρες CT * 14:1 το ονομα αυτου και ¦ — TR 14:2 η φωνη ην ηκουσα ως ¦ φωνην ηκουσα TR 14:3 αδουσιν 𝔐C,K 74.5% ¦ αδουσιν ως 𝔐A ECM† NA SBL TH TR WH 24.7% § 14:3 εδυνατο ¦ ηδυνατο Αν TR * 14:3 εκατον τεσσαρακοντα τεσσαρες ¦ ρμδ΄ K ECM HF ¦ εκατον τεσσερακοντα τεσσαρες CT 14:4 εισιν ¦ — Αν CT 14:4 αν ¦ εαν K HF § 14:4 υπαγη ¦ υπαγει TH WH * 14:4 υπο ιησου 𝔐C,K 58.9% ¦ — 𝔐A ANT CT TR 35% 14:5 ουχ ευρεθη εν τω στοματι αυτων ψευδος ¦ εν τω στοματι αυτων ουχ ευρεθη ψευδος CT PCK ¦ εν τω στοματι αυτων ουχ ευρεθη δολος TR ¦ ουχ ευρεθη ψευδος εν τω στοματι αυτων ANT 14:5 γαρ 𝔐A,C,K 89.4% ¦ — ECM† NA SBL TH WH 7.7% § 14:5 εισι ¦ εισιν ενωπιον του θρονου του θεου TR * 14:6 αγγελον 𝔐A+,K 63.7% ¦ αλλον αγγελον 𝔐A−,C ANT ECM† NA PCK SBL TH TR WH 31.9% 14:6 πετομενον ¦ πετωμενον TR 14:6 ευαγγελισαι 𝔐A,K 65.4% ¦ ευαγγελισασθαι 𝔐C PCK 22% ¦ ερχομενον ευαγγελισασθαι MSS 6.1% § 14:6 τους 𝔐A,C,K 91.4% ¦ επι τους ANT CT 8.6% * 14:6 καθημενους ¦ κατοικουντας TR 14:6 επι ¦ — Αν TR 14:7 λεγων ¦ λεγοντα TR § 14:7 κυριον 𝔐K 49.4% ¦ θεον𝔐A,C CT PCK TR 50.6% * 14:7 αυτον τον ποιησαντα 𝔐K 45% ¦ τω ποιησαντι 𝔐A,C ANT CT PCK TR 45.8% 14:7 την 𝔐A,C,K 87.3% ¦ — ECM† NA SBL ST TH WH 12.7% 14:8 δευτερος αγγελος 𝔐K 49.8% ¦ αγγελος δευτερος 𝔐A,C ECM† NA PCK 38.2% ¦ αγγελος TR 4.8% ¦ δευτερος 2.8% ECM† § 14:8 επεσε ¦ επεσεν επεσε Αν ANT CT PCK TR * 14:8 η μεγαλη ¦ η πολις η μεγαλη TR 14:8 εκ 𝔐A+,C,K 67.3% ¦ οτι εκ 𝔐A− TR 15.1% ¦ η εκ ANT NA SBL TH WH 12.7% 14:8 τα ¦ — ANT TR § 14:9 αλλος αγγελος τριτος ¦ τριτος αγγελος TR * 14:9 προσκυνει το θηριον ¦ το θηριον προσκυνει TR 14:9 χαραγμα ¦ το χαραγμα ANT 14:10 των αγιων αγγελων ¦ αγγελων αγιων CT § 14:11 εις αιωνας αιωνων αναβαινει ¦ αναβαινει εις αιωνας αιωνων TR ¦ εις αιωνα αιωνων αναβαινει ECM† * 14:12 η ¦ — TR 14:12 οι 𝔐K 53.2% ¦ ωδε οι 𝔐A,C PCK TR 46.4% 14:12 ιησου 𝔐A,K 72% ¦ του ιησου 𝔐C PCK 16.8% ¦ ιησου χριστου MSS 7.2% § 14:13 λεγουσης ¦ λεγουσης μοι Αν PCK TR * 14:13 λεγει ναι 𝔐C,K 51.4% ¦ ναι λεγει 𝔐A ANT CT TR 40.6% 14:13 αναπαυσωνται 𝔐A+,C,K 68.5% ¦ αναπαυσονται 𝔐A+ 26.8% ¦ αναπαησονται ECM† NA SBL TH WH 1.6% 14:13 δε 𝔐A,C,K 87.1% ¦ γαρ CT 11.3% § 14:14 καθημενον ομοιον ¦ καθημενος ομοιος ANT PCK TR * 14:14 υιω ¦ υιον ECM† HF NA SBL WH 14:15 ναου ¦ ουρανου Αν 14:15 φωνη μεγαλη ¦ μεγαλη φωνη TR § 14:15 ηλθεν ¦ ηλθε σοι TR * 14:15 θερισαι ¦ του θερισαι ANT PCK TR 14:16 την νεφελην 𝔐A,C 56.7% ¦ τη νεφελη 𝔐K 26% ¦ της νεφελης ECM† NA SBL TH WH 13.8% 14:18 εξηλθεν ¦ — SBL § 14:18 εχων ¦ ο εχων NA SBL WH * 14:18 κραυγη 𝔐A,C 50.4% ¦ εν κραυγη 𝔐K HF 36.6% ¦ φωνη NA SBL WH 8.5% 14:18 της αμπελου ¦ — ST 14:18 ηκμασαν αι σταφυλαι αυτης 𝔐A,C 48% ¦ ηκμασεν η σταφυλη της γης 𝔐K ANT HF 38.6% § 14:19 εβαλεν ¦ εξεβαλεν K HF * 14:19 τον μεγαν 𝔐A+,C,K 51.6% ¦ την μεγαλην 𝔐A− ANT TR 22.9% 14:20 εξωθεν ¦ εξω Αν ANT TR 14:20 χιλιων εξακοσιων ¦ αχ΄