13
Repent or Perish
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα *Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχί, λέγω ὑμῖν· ἀλλἐὰν μὴ μετανοῆτε, πάντες §ὡσαύτως ἀπολεῖσθε. ἐκεῖνοι οἱ *δέκα καὶ ὀκτώ, ἐφοὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας §ἐν Ἱερουσαλήμ; Οὐχί, λέγω ὑμῖν· ἀλλἐὰν μὴ *μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.
The Parable of the Barren Fig Tree
Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην· καὶ ἦλθε §ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία *ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω §κόπρια· κἂν μὲν ποιήσῃ καρπόν· *εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
Jesus Heals a Disabled Woman
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι· 11 καὶ ἰδού, γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν §συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12 Ἰδὼν δὲ αὐτὴν Ἰησοῦς προσεφώνησε, καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. 13 Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν. 14 Ἀποκριθεὶς δὲ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν Ἰησοῦς, ἔλεγε τῷ *ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 Ἀπεκρίθη οὖν αὐτῷ Κύριος, καὶ εἶπεν, §Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ *ἀπαγαγὼν ποτίζει; 16 Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπαὐτοῦ.
The Parable of the Mustard Seed
18 Ἔλεγε δέ, Τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ Θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν; 19 Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε, καὶ ἐγένετο εἰς δένδρον §μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
The Parable of the Leaven
20 *Πάλιν εἶπε, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; 21 Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
The Narrow Gate
22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. 23 Εἶπε δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; δὲ εἶπε πρὸς αὐτούς, 24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς §πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν. 25 Ἀφοὗ ἂν ἐγερθῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε, *Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ· 26 τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. 27 Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπἐμοῦ πάντες §οἱ ἐργάται τῆς ἀδικίας. 28 Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, ὅταν *ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. 29 Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 30 Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.
The Lament over Jerusalem
31 Ἐν αὐτῇ τῇ ἡμέρᾳ §προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32 Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις *ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. 33 Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. 34 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35 Ἰδού, ἀφίεται ὑμῖν οἶκος ὑμῶν ἔρημος. §Λέγω δὲ ὑμῖν *ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξει, ὅτε εἴπητε, Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
* 13:1 πιλατος ¦ πειλατος TH WH 13:2 ο ιησους ¦ — CT 13:2 τοιαυτα ¦ ταυτα CT § 13:3 ωσαυτως ¦ ομοιως CT * 13:4 δεκα και οκτω ¦ δεκαοκτω CT 13:4 ουτοι ¦ αυτοι CT 13:4 ανθρωπους ¦ τους ανθρωπους ANT CT § 13:4 εν ¦ — CT * 13:5 μετανοητε ¦ μετανοησητε ANT WH 13:5 ομοιως ¦ ωσαυτως CT 13:6 εν τω αμπελωνι αυτου πεφυτευμενην ¦ πεφυτευμενην εν τω αμπελωνι αυτου CT § 13:6 ζητων καρπον ¦ καρπον ζητων TR * 13:7 ετη ¦ ετη αφ ου CT 13:7 εκκοψον ¦ εκκοψον ουν NA TH 13:8 λεγει ¦ ειπεν ANT § 13:8 κοπρια ¦ κοπριαν TR * 13:9 ει δε μηγε εις το μελλον ¦ εις το μελλον ει δε μηγε CT 13:11 ην ¦ — CT 13:11 δεκα και οκτω ¦ δεκαοκτω CT § 13:11 συγκυπτουσα ¦ συνκυπτουσα TH WH * 13:14 οχλω ¦ οχλω οτι CT 13:14 ταυταις ¦ αυταις CT 13:15 ουν ¦ δε CT § 13:15 υποκριται ¦ υποκριτα ANT TR * 13:15 απαγαγων ¦ απαγων WH 13:17 γινομενοις ¦ γεινομενοις TH 13:18 δε ¦ ουν CT § 13:19 μεγα 91.5% ¦ — CT 0.7% * 13:20 παλιν ¦ και παλιν CT TR 13:21 ενεκρυψεν ¦ εκρυψεν ANT PCK SBL WH 13:22 ιερουσαλημ ¦ ιεροσολυμα CT § 13:24 πυλης ¦ θυρας CT * 13:25 κυριε ¦ — CT 13:27 λεγω 94% ¦ λεγων NA SBL WH 1.4% 13:27 υμας ¦ — SBL WH § 13:27 οι εργαται της ¦ εργαται CT * 13:28 οψησθε ¦ οψεσθε PCK 13:29 βορρα ¦ απο βορρα ANT CT TR 13:31 ημερα ¦ ωρα CT § 13:31 προσηλθον ¦ προσηλθαν CT * 13:32 επιτελω ¦ αποτελω CT 13:34 αποκτενουσα ¦ αποκτεινουσα 𝔐pt CT TR ¦ αποκτεννουσα ANT 13:35 ερημος ¦ — CT § 13:35 λεγω δε ¦ αμην δε λεγω TR * 13:35 οτι ¦ — CT 13:35 με ιδητε ¦ ιδητε με CT 13:35 αν ηξει οτε ¦ αν ηξη οτε ANT HF TR ¦ ηξει οτε NA SBL ¦ — TH WH