12
Beware of the Leaven of the Pharisees
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, *ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν οὐ γνωσθήσεται. Ἀνθὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Fear God Alone
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι §ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. Οὐχὶ πέντε στρουθία *πωλεῖται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
Acknowledging Christ
Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν §ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. 10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 Ὅταν δὲ *προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς τί ἀπολογήσησθε, τί εἴπητε· 12 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, δεῖ εἰπεῖν.
The Parable of the Rich Fool
13 Εἶπε δέ τις §αὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι *μετἐμοῦ τὴν κληρονομίαν. 14  δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησε δικαστὴν μεριστὴν ἐφὑμᾶς; 15 Εἶπε δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ζωὴ §αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων *αὐτοῦ. 16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν χώρα· 17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 Καὶ εἶπε, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου. 19 Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 Εἶπε δὲ αὐτῷ Θεός, §Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου *ἀπαιτοῦσιν ἀπὸ σοῦ· δὲ ἡτοίμασας, τίνι ἔσται; 21 Οὕτως θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
Do Not Be Anxious
22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο §ὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ *ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι, τί ἐνδύσησθε. 23 § ψυχὴ *πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 26 Εἰ οὖν §οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω *δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 Εἰ δὲ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα, καὶ αὔριον εἰς §κλίβανον βαλλόμενον, Θεὸς οὕτως *ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29 Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, τί πίητε· καὶ μὴ μετεωρίζεσθε. 30 Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 Πλὴν ζητεῖτε τὴν βασιλείαν §τοῦ Θεοῦ, καὶ ταῦτα *πάντα προστεθήσεται ὑμῖν. 32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ καρδία ὑμῶν ἔσται.
Be Ready
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 §Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν *οἱ δοῦλοι ἐκεῖνοι. 39 Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ ὥρᾳ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ §ἂν ἀφῆκε *διορυγῆναι τὸν οἶκον αὐτοῦ. 40 Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 Εἶπε δὲ §αὐτῷ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, καὶ πρὸς πάντας; 42 *Εἶπε δὲ Κύριος, Τίς ἄρα ἐστὶν πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; 43 Μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει §ποιοῦντα οὕτως. 44 Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 Ἐὰν δὲ εἴπῃ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· 46 ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ οὐ *γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 Ἐκεῖνος δὲ δοῦλος γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· 48  δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παραὐτοῦ· καὶ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
Not Peace, but Division
49 Πῦρ ἦλθον βαλεῖν §εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως *οὗ τελεσθῇ. 51 Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ διαμερισμόν. 52 Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσί, καὶ δύο ἐπὶ τρισί. 53 Διαμερισθήσεται πατὴρ §ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶ *θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.
Interpreting the Present Time
54 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε §τὴν νεφέλην ἀνατέλλουσαν *ἀπὸ δυσμῶν, εὐθέως λέγετε, Ὄμβρος ἔρχεται· καὶ γίνεται οὕτω. 55 Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ §γίνεται. 56 Ὑποκριταί, τὸ πρόσωπον *τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν· τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
Settle with Your Adversary
57 Τί δὲ καὶ ἀφἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπαὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ κριτής σε §παραδῷ τῷ πράκτορι, καὶ πράκτωρ *σε βάλῃ εἰς φυλακήν. 59 Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ καὶ τὸν ἔσχατον λεπτὸν ἀποδῷς.
* 12:1 ωστε ¦ ως ANT 12:1 των φαρισαιων ητις εστιν υποκρισις ¦ ητις εστιν υποκρισις των φαρισαιων NA SBL WH 12:4 αποκτενοντων ¦ αποκτεινοντων CT TR ¦ αποκτεννοντων ANT § 12:5 εξουσιαν εχοντα ¦ εχοντα εξουσιαν ANT CT * 12:6 πωλειται ¦ πωλουνται CT 12:7 ουν ¦ — CT 12:7 πολλων ¦ πολλω PCK § 12:8 ομολογηση ¦ ομολογησει WH * 12:11 προσφερωσιν ¦ εισφερωσιν CT 12:11 μεριμνατε ¦ μεριμνησητε CT 12:11 απολογησησθε ¦ απολογησεσθε PCK § 12:13 αυτω εκ του οχλου ¦ εκ του οχλου αυτω CT * 12:13 μετ εμου την κληρονομιαν ¦ την κληρονομιαν μετ εμου ANT 12:14 δικαστην 93.3% ¦ κριτην CT 2% 12:15 της ¦ πασης ANT CT § 12:15 αυτω ¦ αυτου ANT CT PCK TR * 12:15 αυτου ¦ αυτω CT 12:17 ἑαυτῷ ¦ αὑτῷ WH 12:18 τα γενηματα μου ¦ τον σιτον CT § 12:20 αφρον ¦ αφρων CT ST * 12:20 απαιτουσιν ¦ αιτουσιν TH WH 12:21 ἑαυτῷ ¦ αὑτῷ WH 12:22 αυτου ¦ — TH § 12:22 υμιν λεγω ¦ λεγω υμιν ANT CT PCK * 12:22 υμων ¦ — CT 12:22 σωματι ¦ σωματι υμων ANT WH 12:22 ενδυσησθε ¦ ενδυσεσθε PCK § 12:23 η ¦ ουχι η ANT ¦ η γαρ CT * 12:23 πλειον ¦ πλειων PCK 12:25 προσθειναι επι την ηλικιαν αυτου ¦ προσθηναι επι την ηλικιαν αυτου 𝔐pt ¦ επι την ηλικιαν αυτου προσθειναι CT 12:25 ενα ¦ — CT § 12:26 ουτε ¦ ουδε CT * 12:27 δε ¦ — PCK 12:28 τον χορτον εν τω αγρω ¦ τον χορτον του αγρου ANT ¦ εν αγρω τον χορτον CT 12:28 σημερον οντα ¦ οντα σημερον CT § 12:28 κλιβανον ¦ κλειβανον TH * 12:28 αμφιεννυσι ¦ αμφιεζει NA SBL TH ¦ αμφιαζει WH 12:29 η ¦ και ANT CT 12:30 επιζητει ¦ επιζητουσιν CT § 12:31 του θεου ¦ αυτου CT * 12:31 παντα ¦ — CT 12:33 βαλαντια ¦ βαλλαντια ANT CT 12:36 αναλυση ¦ αναλυσει ANT HF PCK TR § 12:38 και εαν ελθη εν τη δευτερα φυλακη και ¦ καν εν τη δευτερα καν CT * 12:38 οι δουλοι ¦ — CT 12:39 γινωσκετε ¦ γεινωσκετε TH 12:39 εγρηγορησεν αν και ¦ — NA SBL § 12:39 αν ¦ — TH WH * 12:39 διορυγηναι ¦ διορυχθηναι NA SBL WH 12:40 ουν 95.3% ¦ — CT 1.6% 12:40 γινεσθε ¦ γεινεσθε TH § 12:41 αυτω ¦ — CT * 12:42 ειπε δε ¦ και ειπεν CT 12:42 και ¦ ο CT 12:42 το ¦ — TH § 12:43 ποιουντα ουτως ¦ ουτω ποιουντα ANT TH * 12:46 γινωσκει ¦ γεινωσκει TH 12:47 ἑαυτοῦ ¦ αὐτοῦ CT PCK 12:47 μηδε ¦ η CT § 12:49 εις ¦ επι ANT CT * 12:50 ου ¦ οτου CT 12:52 οικω ενι ¦ ενι οικω CT 12:53 διαμερισθησεται ¦ διαμερισθησονται ANT CT § 12:53 επι ¦ εφ TR * 12:53 θυγατρι ¦ την θυγατερα NA TH ¦ θυγατερα SBL WH 12:53 μητρι ¦ την μητερα CT 12:53 αυτης ¦ — CT § 12:54 την ¦ — SBL TH WH * 12:54 απο ¦ επι CT 12:54 λεγετε ¦ λεγετε οτι CT 12:54 γινεται ¦ γεινεται TH § 12:55 γινεται ¦ γεινεται TH * 12:56 της γης και του ουρανου ¦ του ουρανου και της γης ANT PCK SCR 12:56 δε καιρον ¦ καιρον δε NA TH WH 12:56 ου δοκιμαζετε 94.3% ¦ ουκ οιδατε δοκιμαζειν CT 0.8% § 12:58 παραδω ¦ παραδωσει CT * 12:58 σε βαλη ¦ βαλη σε PCK ¦ σε βαλλη TR ¦ σε βαλει ANT CT 12:59 ου ¦ — CT 12:59 τον ¦ το ANT CT PCK TR