26
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς *πάνταςτοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Τότε συνήχθησαν οἱ ἀρχιερεῖς *καὶ οἱ γραμματεῖςκαὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν *δόλῳ κρατήσωσινκαὶ ἀποκτείνωσιν. Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ *ἀλάβαστρον μύρου ἔχουσαβαρυτίμου, καὶ κατέχεεν ἐπὶ *τὴν κεφαλὴναὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ *αὐτοῦἠγανάκτησαν, λέγοντες, Εἰς τί ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο *τὸ μύρονπραθῆναι πολλοῦ, καὶ δοθῆναι *πτωχοῖς. 10 Γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ἐποίησεν αὕτη, εἰς μνημόσυνον αὐτῆς. 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, 15 εἶπεν, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες *αὐτῷ,⸌ Ποῦ θέλεις *ἑτοιμάσομένσοι φαγεῖν τὸ Πάσχα; 18  δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, διδάσκαλος λέγει, καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου. 19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα. 20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. * 21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ *ἕκαστος αὐτῶν,⸃ Μήτι ἐγώ εἰμι, κύριε; 23  δὲ ἀποκριθεὶς εἶπεν, ἐμβάψας μετἐμοῦ *ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,⸊ οὗτός με παραδώσει. 24  μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, διοὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος. 25 Ἀποκριθεὶς δὲ Ἰούδας παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, ῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας. 26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν Ἰησοῦς *τὸνἄρτον, καὶ *εὐχαριστήσας,⸃ ἔκλασεν καὶ *2ἐδίδου τοῖς μαθηταῖς, καὶεἶπεν, Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου. 27 Καὶ λαβὼν *τὸποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, *τὸτῆς *2καινῆςδιαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 Λέγω δὲ ὑμῖν *ὅτιοὐ μὴ πίω ἀπἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
31 Τότε λέγει αὐτοῖς Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ *διασκορπισθήσεταιτὰ πρόβατα τῆς ποίμνης. 32 Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, Εἰ *πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ *δὲοὐδέποτε σκανδαλισθήσομαι. 34 Ἔφη αὐτῷ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. 35 Λέγει αὐτῷ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε *ἀπαρνήσωμαι.⸃ Ὁμοίως *δὲκαὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 Τότε ἔρχεται μεταὐτῶν Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν *προσεύξωμαι ἐκεῖ.⸊ 37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 Τότε λέγει αὐτοῖς * Ἰησοῦς,⸌ Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετἐμοῦ. 39 Καὶ *προσελθὼνμικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω ἀπἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλὡς σύ. 40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητάς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετἐμοῦ; 41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής. 42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο *τὸ ποτήριονπαρελθεῖν *2ἀπἐμοῦ,⸌ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 Καὶ ἐλθὼν *εὑρίσκει αὐτοὺς πάλινκαθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 Καὶ ἀφεὶς αὐτοὺς *ἀπελθὼν πάλινπροσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. * 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς *αὐτοῦ,⸌ καὶ λέγει αὐτοῖς, Καθεύδετε *2τὸλοιπὸν καὶ ἀναπαύεσθε· ἰδού, ἤγγικεν ὥρα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, *ἤγγικεν παραδιδούς με.
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μεταὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48  δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν *ἂνφιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ*πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. 51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 Τότε λέγει αὐτῷ Ἰησοῦς, Ἀπόστρεψόν *σου τὴν μάχαιρανεἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ *ἀποθανοῦνται.⸃ 53  δοκεῖς ὅτι οὐ δύναμαι *ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι*πλείους δώδεκα λεγεῶνας ἀγγέλων; 54 Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτως δεῖ γενέσθαι; 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθἡμέραν *πρὸς ὑμᾶς*ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ,⸊ καὶ οὐκ ἐκρατήσατέ με. 56 Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58  δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. 59 Οἱ δὲ ἀρχιερεῖς *καὶ οἱ πρεσβύτεροικαὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως *θανατώσωσιν αὐτόν.⸃ 60 Καὶ οὐχ εὗρον· *καὶπολλῶν *ψευδομαρτύρων προσελθόντων,⸊ *2οὐχ εὗρον.⸌ 61 Ὕστερον δὲ προσελθόντες δύο *ψευδομάρτυρεςεἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι *2αὐτόν.⸌ 62 Καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν; 63  δὲ Ἰησοῦς ἐσιώπα. Καὶ *ἀποκριθεὶς ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ χριστός, υἱὸς τοῦ θεοῦ. 64 Λέγει αὐτῷ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 Τότε ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων *ὅτιἘβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν *2αὐτοῦ.⸌ 66 Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες εἶπον, Ἔνοχος θανάτου ἐστίν. 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν, 68 λέγοντες, Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν παίσας σε;
69  δὲ Πέτρος *ἔξω ἐκάθητοἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70  δὲ ἠρνήσατο ἔμπροσθεν *αὐτῶνπάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. 71 Ἐξελθόντα δὲ *αὐτὸνεἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει *αὐτοῖςἐκεῖ, *2Καὶοὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72 Καὶ πάλιν ἠρνήσατο μεθὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ. 74 Τότε ἤρξατο *καταθεματίζεινκαὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ *2εὐθέωςἀλέκτωρ ἐφώνησεν. 75 Καὶ ἐμνήσθη Πέτρος τοῦ ῥήματος *τοῦἸησοῦ εἰρηκότος *2αὐτῷὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
* 26:1 ⸋ πάντας RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 26:3 ⸋ καὶ οἱ γραμματεῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:4 ⸉ δόλῳ κρατήσωσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ κρατήσωσι δόλῳ TR * 26:7 ⸉ ἀλάβαστρον μύρου ἔχουσα RP f 35 TR ¦ ἔχουσα ἀλάβαστρον μύρου TNT2 WH NA NIV SBL * 26:7 ⸂ τὴν κεφαλὴν RP f 35 TR ¦ τῆς κεφαλῆς TNT2 WH NA NIV SBL * 26:8 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:9 ⸋ τὸ μύρον RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 26:9 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῖς f 35 * 26:17 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:17 ⸂ ἑτοιμάσομέν RP f 35 ¦ ἑτοιμάσωμέν TR TNT2 WH NA NIV SBL * 26:20 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV ¦ μαθητῶν WH NA25 SBL * 26:22 ⸂ ἕκαστος αὐτῶν RP f 35 TR ¦ εἷς ἕκαστος TNT2 WH NA NIV SBL * 26:23 ⸉ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP f 35 TR ¦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ TNT2 WH NA NIV SBL * 26:26 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:26 ⸂ εὐχαριστήσας RP ¦ εὐλογήσας f 35 TR TNT2 WH NA NIV SBL * 26:26 ⸂2 ἐδίδου τοῖς μαθηταῖς, καὶ RP f 35 TR ¦ δοὺς τοῖς μαθηταῖς TNT2 WH NA NIV SBL * 26:27 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:28 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:28 ⸋2 καινῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 26:29 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:31 ⸂ διασκορπισθήσεται RP f 35 TR ¦ διασκορπισθήσονται TNT2 WH NA NIV SBL * 26:33 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ καὶ f 35 TR * 26:33 ⸋ δὲ RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL * 26:35 ⸂ ἀπαρνήσωμαι RP f 35 ¦ ἀπαρνήσομαι TR TNT2 WH NA NIV SBL * 26:35 ⸋ δὲ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 26:36 ⸉ προσεύξωμαι ἐκεῖ RP f 35 TR ¦ ἐκεῖ προσεύξωμαι TNT2 WH NA NIV SBL * 26:38 ⸋ ὁ Ἰησοῦς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 26:39 ⸂ προσελθὼν RP TNT2 ¦ προελθὼν f 35 TR WH NA NIV SBL * 26:42 ⸋ τὸ ποτήριον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:42 ⸋2 ἀπ᾽ ἐμοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:43 ⸂ εὑρίσκει αὐτοὺς πάλιν RP TR ¦ εὗρεν αὐτοὺς πάλιν f 35 ¦ πάλιν εὗρεν αὐτοὺς TNT2 WH NA NIV SBL * 26:44 ⸉ ἀπελθὼν πάλιν RP f 35 TR ¦ πάλιν ἀπελθὼν TNT2 WH NA NIV SBL * 26:44 ⸆ – RP f 35 TR TNT2 ¦ πάλιν WH NA NIV SBL * 26:45 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:45 ⸋2 τὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 26:46 ⸋ ἤγγικεν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 26:48 ⸂ ἂν RP TR TNT2 WH NA NIV SBL ¦ ἐὰν f 35 * 26:50 ⸂ ᾧ RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL * 26:52 ⸉ σου τὴν μάχαιραν RP f 35 TR ¦ τὴν μάχαιράν σου TNT2 WH NA NIV SBL * 26:52 ⸂ ἀποθανοῦνται RP f 35 ¦ ἀπολοῦνται TR TNT2 WH NA NIV SBL * 26:53 ⸉ ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι RP f 35 TR ¦ παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι TNT2 WH NA NIV SBL * 26:53 ⸂ πλείους ἢ RP f 35 TR ¦ πλείω TNT2 WH NA NIV SBL * 26:55 ⸋ πρὸς ὑμᾶς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 26:55 ⸉ ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP TR ¦ ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων f 35 ¦ ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων TNT2 WH NA NIV SBL * 26:59 ⸋ καὶ οἱ πρεσβύτεροι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:59 ⸂ θανατώσωσιν αὐτόν RP f 35 ¦ αὐτὸν θανατώσωσι TR ¦ αὐτὸν θανατώσουσιν TNT2 ¦ αὐτὸν θανατώσωσιν WH NA NIV SBL * 26:60 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:60 ⸉ ψευδομαρτύρων προσελθόντων RP f 35 TR ¦ προσελθόντων ψευδομαρτύρων TNT2 WH NA NIV SBL * 26:60 ⸋2 οὐχ εὗρον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:61 ⸋ ψευδομάρτυρες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:61 ⸋2 αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:63 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:65 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:65 ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:69 ⸉ ἔξω ἐκάθητο RP f 35 TR ¦ ἐκάθητο ἔξω TNT2 WH NA NIV SBL * 26:70 ⸋ αὐτῶν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 26:71 ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:71 ⸂ αὐτοῖς RP f 35 ¦ τοῖς TR TNT2 WH NA NIV SBL * 26:71 ⸋2 Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 26:74 ⸂ καταθεματίζειν RP f 35 TNT2 WH NA NIV SBL ¦ καταναθεματίζειν TR * 26:74 ⸂2 εὐθέως RP f 35 TR NA27+28 NIV SBL ¦ εὐθὺς TNT2 WH NA25 * 26:75 ⸋ τοῦ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 26:75 ⸋2 αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL