25
Τότε ὁμοιωθήσεται βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας *αὐτῶνἐξῆλθον εἰς *2ἀπάντησιντοῦ νυμφίου. *Πέντε δὲ *ἦσαν ἐξ αὐτῶνφρόνιμοι, καὶ αἱ πέντε μωραί.⸃ *Αἵτινες μωραί,⸃ λαβοῦσαι τὰς λαμπάδας *2αὐτῶν,⸃ οὐκ ἔλαβον μεθἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις *αὐτῶνμετὰ τῶν λαμπάδων *αὐτῶν.⸃ Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδού, νυμφίος *ἔρχεται,⸌ ἐξέρχεσθε εἰς ἀπάντησιν *2αὐτοῦ.⸌ Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας *αὐτῶν.⸃ Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε *οὐκἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε *δὲμᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μεταὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη θύρα. 11 Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, κύριε, ἄνοιξον ἡμῖν. 12  δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, *ἐν υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.⸌
14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· 15 καὶ μὲν ἔδωκεν πέντε τάλαντα, δὲ δύο, δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως. 16 Πορευθεὶς *δὲ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς, καὶ *ἐποίησενἄλλα πέντε *2τάλαντα.⸌ 17 Ὡσαύτως *καὶ τὰ δύο ἐκέρδησεν *2καὶ αὐτὸςἄλλα δύο. 18  δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν *ἐν τῇ γῇ,⸃ καὶ *2ἀπέκρυψεντὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 Μετὰ δὲ *χρόνον πολὺνἔρχεται κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει *2μεταὐτῶν λόγον.⸊ 20 Καὶ προσελθὼν τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα *ἐπαὐτοῖς.⸌ 21 Ἔφη *δὲαὐτῷ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 Προσελθὼν *δὲκαὶ τὰ δύο τάλαντα *2λαβὼνεἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα *3ἐπαὐτοῖς.⸌ 23 Ἔφη αὐτῷ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 Προσελθὼν δὲ καὶ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν. 26 Ἀποκριθεὶς δὲ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα· 27 ἔδει *οὖν σεβαλεῖν *τὸ ἀργύριόνμου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 Ἄρατε οὖν ἀπαὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29 Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· *ἀπὸ δὲ τοῦμὴ ἔχοντος, καὶ *2ἔχει,⸃ ἀρθήσεται ἀπαὐτοῦ. 30 Καὶ τὸν ἀχρεῖον δοῦλον *ἐκβάλετεεἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
31 Ὅταν δὲ ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ *ἅγιοιἄγγελοι μεταὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, 32 καὶ *συναχθήσεταιἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπἀλλήλων, ὥσπερ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 Τότε ἐρεῖ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· 36 γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. 37 Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; διψῶντα, καὶ ἐποτίσαμεν; 38 Πότε δέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν; γυμνόν, καὶ περιεβάλομεν; 39 Πότε δέ σε εἴδομεν *ἀσθενῆ,⸃ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; 40 Καὶ ἀποκριθεὶς βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπἐμοῦ, *οἱκατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· *ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· 43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. 44 Τότε ἀποκριθήσονται *καὶ αὐτοί, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, διψῶντα, ξένον, γυμνόν, ἀσθενῆ, ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; 45 Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
* 25:1 ⸂ αὐτῶν RP f 35 TR ¦ ἑαυτῶν TNT2 WH NA NIV SBL * 25:1 ⸂2 ἀπάντησιν RP f 35 TR ¦ ὑπάντησιν TNT2 WH NA NIV SBL * 25:2 ⸂ Πέντε … φρόνιμοι, καὶ αἱ πέντε μωραί RP f 35 TR ¦ Πέντε … μωραὶ, καὶ πέντε φρόνιμοι TNT2 WH NA NIV SBL * 25:2 ⸉ ἦσαν ἐξ αὐτῶν RP f 35 TR ¦ ἐξ αὐτῶν ἦσαν TNT2 WH NA NIV SBL * 25:3 ⸂ Αἵτινες μωραί RP f 35 TR ¦ Αἱ γὰρ μωραί TNT2 WH NA NIV SBL * 25:3 ⸂2 αὐτῶν RP f 35 TNT2 WH NA27+28 NIV SBL ¦ ἑαυτῶν TR ¦ – NA25 * 25:4 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:4 ⸂ αὐτῶν RP f 35 TR TNT2 ¦ ἑαυτῶν WH NA NIV SBL * 25:6 ⸋ ἔρχεται RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:6 ⸋2 αὐτοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 25:7 ⸂ αὐτῶν RP f 35 TR ¦ ἑαυτῶν TNT2 WH NA NIV SBL * 25:9 ⸂ οὐκ RP f 35 TR ¦ οὐ μὴ TNT2 WH NA NIV SBL * 25:9 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:13 ⸋ ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:16 ⸋ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 25:16 ⸂ ἐποίησεν RP f 35 TR ¦ ἐκέρδησεν TNT2 WH NA NIV SBL * 25:16 ⸋2 τάλαντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:17 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 25:17 ⸋2 καὶ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:18 ⸂ ἐν τῇ γῇ RP f 35 TR ¦ γῆν TNT2 WH NA NIV SBL * 25:18 ⸂2 ἀπέκρυψεν RP f 35 ¦ ἀπέκρυψε TR ¦ ἔκρυψεν TNT2 WH NA NIV SBL * 25:19 ⸉ χρόνον πολὺν RP f 35 TR ¦ πολὺν χρόνον TNT2 WH NA NIV SBL * 25:19 ⸉2 μετ᾽ αὐτῶν λόγον RP f 35 TR ¦ λόγον μετ᾽ αὐτῶν TNT2 WH NA NIV SBL * 25:20 ⸋ ἐπ᾽ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:21 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:22 ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 25:22 ⸋2 λαβὼν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:22 ⸋3 ἐπ᾽ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:27 ⸉ οὖν σε RP f 35 TR ¦ σε οὖν TNT2 WH NA NIV SBL * 25:27 ⸂ τὸ ἀργύριόν RP f 35 TR TNT2 ¦ τὰ ἀργύριά WH NA NIV SBL * 25:29 ⸂ ἀπὸ δὲ τοῦ RP f 35 TR ¦ τοῦ δὲ TNT2 WH NA NIV SBL * 25:29 ⸂2 ἔχει RP TR TNT2 WH NA NIV SBL ¦ δοκεῖ ἔχειν f 35 * 25:30 ⸂ ἐκβάλετε RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκβάλλετε TR * 25:31 ⸋ ἅγιοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 25:32 ⸂ συναχθήσεται RP f 35 TR ¦ συναχθήσονται TNT2 WH NA NIV SBL * 25:39 ⸂ ἀσθενῆ RP f 35 TR ¦ ἀσθενοῦντα TNT2 WH NA NIV SBL * 25:41 ⸋ οἱ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 25:42 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ καὶ WH * 25:44 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR