7
1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ *⸆ κοιναῖς χερσίν, τοῦτ᾽ ἔστιν ἀνίπτοις, *⸂ἐσθίοντας⸃ *⸆2 ἄρτους *⸋ἐμέμψαντο.⸌ 3 Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4 καὶ ἀπὸ ἀγορᾶς, *⸆ ἐὰν μὴ *⸂βαπτίσωνται,⸃ οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων *⸋καὶ κλινῶν.⸌ 5 *⸂Ἔπειτα⸃ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί *⸉οἱ μαθηταί σου οὐ περιπατοῦσιν⸊ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ *⸂2ἀνίπτοις⸃ χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 Ὁ δὲ *⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς *⸋2ὅτι⸌ Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, *⸆ Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. 7 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 8 Ἀφέντες *⸋γὰρ⸌ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, *⸋2βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.⸌ 9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν *⸂τηρήσητε.⸃ 10 Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12 *⸋καὶ⸌ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι *⸂τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,⸃ 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14 Καὶ προσκαλεσάμενος *⸂πάντα⸃ τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, *⸂2Ἀκούετέ μου πάντες, καὶ συνίετε.⸃ 15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται *⸉αὐτὸν κοινῶσαι·⸊ ἀλλὰ τὰ *⸂ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ,⸃ *⸋ἐκεῖνά⸌ ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 *⸋Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.⸌ 17 Καὶ ὅτε εἰσῆλθεν εἰς *⸆ οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ *⸂περὶ τῆς παραβολῆς.⸃ 18 Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν· καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, *⸂καθαρίζον⸃ πάντα τὰ βρώματα.
20 Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, *⸉μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί,⸊ πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 *⸂Καὶ ἐκεῖθεν⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ *⸂2μεθόρια⸃ Τύρου *⸋καὶ Σιδῶνος.⸌ Καὶ εἰσελθὼν εἰς *⸆ οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ *⸂3ἠδυνήθη⸃ λαθεῖν. 25 *⸂Ἀκούσασα γὰρ⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 *⸉ἦν δὲ ἡ γυνὴ⸊ Ἑλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον *⸂ἐκβάλῃ⸃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 *⸂Ὁ δὲ Ἰησοῦς⸃ *⸂2εἶπεν⸃ αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ *⸉καλόν ἐστιν⸊ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ *⸉2βαλεῖν τοῖς κυναρίοις.⸊ 28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, *⸋Ναί,⸌ κύριε· καὶ *⸋2γὰρ⸌ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης *⸂ἐσθίει⸃ ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν *⸉τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.⸊ 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν *⸂τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.⸃
31 Καὶ πάλιν *⸂ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν⸃ *⸂2πρὸς⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 Καὶ φέρουσιν αὐτῷ κωφὸν *⸆ μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι. 35 Καὶ *⸋εὐθέως⸌ *⸂διηνοίχθησαν⸃ αὐτοῦ αἱ ἀκοαί· καὶ *⸆ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ *⸂εἴπωσιν·⸃ ὅσον δὲ *⸋αὐτὸς⸌ αὐτοῖς διεστέλλετο, *⸆ μᾶλλον περισσότερον ἐκήρυσσον. 37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ *⸋τοὺς⸌ ἀλάλους λαλεῖν.
* 7:2 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 7:2 ⸂ ἐσθίοντας RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL * 7:2 ⸆2 – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL * 7:2 ⸋ ἐμέμψαντο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:4 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ ὅταν ἔλθωσιν NIV73 * 7:4 ⸂ βαπτίσωνται RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ῥαντίσωνται WH NA25 * 7:4 ⸋ καὶ κλινῶν RP f 35 TR TNT2 NA27+28 SBL ¦ – WH NA25 NIV * 7:5 ⸂ Ἔπειτα RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 7:5 ⸉ οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP f 35 ¦ οἱ μαθηταί σου οὐ περιπατοῦσι TR ¦ οὐ περιπατοῦσιν οἱ μαθηταί σου TNT2 WH NA NIV SBL * 7:5 ⸂2 ἀνίπτοις RP f 35 TR ¦ κοιναῖς TNT2 WH NA NIV SBL * 7:6 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:6 ⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:6 ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ ὅτι WH NA NIV73 SBL * 7:8 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:8 ⸋2 βαπτισμοὺς … ποιεῖτε RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:9 ⸂ τηρήσητε RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ στήσητε NA27+28 * 7:12 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:12 ⸂ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ RP f 35 TR ¦ τῷ πατρὶ ἢ τῇ μητρὶ TNT2 WH NA NIV SBL * 7:14 ⸂ πάντα RP f 35 TR ¦ πάλιν TNT2 WH NA NIV SBL * 7:14 ⸂2 Ἀκούετέ … συνίετε RP f 35 TR ¦ Ἀκούσατέ … σύνετε TNT2 WH NA NIV SBL * 7:15 ⸉ αὐτὸν κοινῶσαι RP f 35 TR TNT2 ¦ κοινῶσαι αὐτόν WH NA NIV SBL * 7:15 ⸂ ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ RP f 35 TR ¦ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά TNT2 WH NA NIV SBL * 7:15 ⸋ ἐκεῖνά RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:16 ⸋ Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:17 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ τὸν NIV73 * 7:17 ⸂ περὶ τῆς παραβολῆς RP f 35 TR ¦ τὴν παραβολήν TNT2 WH NA NIV SBL * 7:19 ⸂ καθαρίζον RP f 35 TR ¦ καθαρίζων TNT2 WH NA NIV SBL * 7:21 ⸉ μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί RP f 35 TR ¦ πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι TNT2 WH NA NIV SBL * 7:24 ⸂ Καὶ ἐκεῖθεν RP f 35 TR TNT2 ¦ Ἐκεῖθεν δὲ WH NA NIV SBL * 7:24 ⸂2 μεθόρια RP f 35 TR ¦ ὅρια TNT2 WH NA NIV SBL * 7:24 ⸋ καὶ Σιδῶνος RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL * 7:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR * 7:24 ⸂3 ἠδυνήθη RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἠδυνάσθη WH NA25 * 7:25 ⸂ Ἀκούσασα γὰρ RP f 35 TR ¦ Ἀλλ᾽ εὐθὺς ἀκούσασα TNT2 WH NA NIV SBL * 7:26 ⸉ ἦν δὲ ἡ γυνὴ RP f 35 TR ¦ ἡ γυνὴ δὲ ἦν TNT2 ¦ ἡ δὲ γυνὴ ἦν WH NA NIV SBL * 7:26 ⸂ ἐκβάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκβάλλῃ TR * 7:27 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 7:27 ⸂2 εἶπεν RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL * 7:27 ⸉ καλόν ἐστιν RP f 35 SBL ¦ καλόν ἐστι TR ¦ ἐστιν καλὸν TNT2 WH NA NIV * 7:27 ⸉2 βαλεῖν τοῖς κυναρίοις RP f 35 TR ¦ τοῖς κυναρίοις βαλεῖν TNT2 WH NA NIV SBL * 7:28 ⸋ Ναί RP f 35 TR TNT2 WH NA25 NIV73 ¦ – NA27+28 NIV11 SBL * 7:28 ⸋2 γὰρ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 7:28 ⸂ ἐσθίει RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL * 7:29 ⸉ τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου RP f 35 TR TNT2 ¦ ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον WH NA NIV SBL * 7:30 ⸂ τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP f 35 TR ¦ τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός TNT2 WH NA NIV SBL * 7:31 ⸂ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν RP ¦ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν f 35 ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε TR ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος TNT2 WH NA NIV SBL * 7:31 ⸂2 πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 7:32 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 7:35 ⸋ εὐθέως RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 7:35 ⸂ διηνοίχθησαν RP f 35 TR ¦ ἠνοίγησαν TNT2 WH NA NIV SBL * 7:35 ⸆ – RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εὐθὺς NA25 * 7:36 ⸂ εἴπωσιν RP f 35 TR ¦ λέγωσιν TNT2 WH NA NIV SBL * 7:36 ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:36 ⸆ – RP f 35 TR ¦ αὐτοὶ TNT2 WH NA NIV SBL * 7:37 ⸋ τοὺς RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL