6
Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ *ἦλθενεἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ γενομένου σαββάτου, ἤρξατο *ἐν τῇ συναγωγῇ διδάσκειν·⸊ καὶ *πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς σοφία δοθεῖσα *αὐτῷ,⸃ *2 καὶ *3 δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ *2γίνονται;⸃ Οὐχ οὗτός ἐστιν τέκτων, υἱὸς *Μαρίας, *ἀδελφὸς δὲἸακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. *Ἔλεγεν δὲαὐτοῖς Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσιν *καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἠδύνατο ἐκεῖ *οὐδεμίαν δύναμιν ποιῆσαι,⸊ εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν. Καὶ *ἐθαύμαζενδιὰ τὴν ἀπιστίαν αὐτῶν.
Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· *μὴ πήραν, μὴ ἄρτον,⸊ μὴ εἰς τὴν ζώνην χαλκόν· ἀλλὑποδεδεμένους σανδάλια· καὶ μὴ *ἐνδύσησθεδύο χιτῶνας. 10 Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου *ἐὰνεἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 Καὶ *ὅσοι ἂν μὴ δέξωνταιὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. *Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, τῇ πόλει ἐκείνῃ.⸌ 12 Καὶ ἐξελθόντες *ἐκήρυσσονἵνα *2μετανοήσωσιν·⸃ 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 Καὶ ἤκουσεν βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ *ἔλεγενὅτι Ἰωάννης βαπτίζων *2ἐκ νεκρῶν ἠγέρθη,⸃ καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 15 Ἄλλοι *ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης *ἐστίν,⸌ *2 ὡς εἷς τῶν προφητῶν. 16 Ἀκούσας δὲ *Ἡρῴδης *εἶπεν*2ὅτιὋν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, *2οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.⸃ 17 Αὐτὸς γὰρ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν *φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18 Ἔλεγεν γὰρ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19  δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο· 20  γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ *ἀκούσαςαὐτοῦ, πολλὰ *2ἐποίει,⸃ καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον *ἐποίειτοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς *αὐτῆς*τῆςἩρῳδιάδος *2καὶ ὀρχησαμένης, καὶ ἀρεσάσηςτῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, *3εἶπεν βασιλεὺςτῷ κορασίῳ, Αἴτησόν με ἐὰν θέλῃς, καὶ δώσω σοί· 23 καὶ ὤμοσεν αὐτῇ **ὅτι ἐάν*μεαἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου. 24 * δὲἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί *2αἰτήσομαι;⸃ δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ *3βαπτιστοῦ.⸃ 25 Καὶ εἰσελθοῦσα *εὐθέωςμετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵνα *μοι δῷς ἐξαυτῆςἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 Καὶ περίλυπος γενόμενος βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς *συνανακειμένουςοὐκ ἠθέλησεν *αὐτὴν ἀθετῆσαι.⸊ 27 Καὶ *εὐθέωςἀποστείλας βασιλεὺς σπεκουλάτορα ἐπέταξεν *2ἐνεχθῆναιτὴν κεφαλὴν αὐτοῦ. 28 * δὲἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν *μνημείῳ.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, *καὶὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 Καὶ *εἶπεναὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατἰδίαν εἰς ἔρημον τόπον, καὶ *2ἀναπαύεσθεὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 Καὶ ἀπῆλθον *εἰς ἔρημον τόπον τῷ πλοίῳκατἰδίαν. 33 Καὶ εἶδον αὐτοὺς ὑπάγοντας *καὶ *ἐπέγνωσαν*2αὐτὸνπολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, *καὶ συνῆλθον πρὸς αὐτόν.⸌ 34 Καὶ ἐξελθὼν εἶδεν * Ἰησοῦςπολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ*αὐτοῖς,⸃ ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ *λέγουσινὅτι Ἔρημός ἐστιν τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας *ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.⸃ 37  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν *δηναρίων διακοσίωνἄρτους, καὶ *δῶμεναὐτοῖς φαγεῖν; 38  δὲ λέγει αὐτοῖς, Πόσους *ἄρτους ἔχετε;⸊ Ὑπάγετε *καὶἴδετε. Καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας. 39 Καὶ ἐπέταξεν αὐτοῖς *ἀνακλῖναιπάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, *ἀνὰ ἑκατὸν καὶ ἀνὰπεντήκοντα. 41 Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς *αὐτοῦἵνα *παραθῶσιναὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν *κλασμάτων δώδεκα κοφίνους πλήρεις,⸃ καὶ ἀπὸ τῶν ἰχθύων. 44 Καὶ ἦσαν οἱ φαγόντες *τοὺς ἄρτους*πεντακισχίλιοι ἄνδρες.
45 Καὶ *εὐθέωςἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν *εἰς τὸ πέρανπρὸς Βηθσαϊδάν, ἕως αὐτὸς *2ἀπολύσῃτὸν ὄχλον. 46 Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 47 Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 Καὶ *εἶδεναὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς, *καὶπερὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 Οἱ δέ, ἰδόντες αὐτὸν *περιπατοῦντα ἐπὶ τῆς θαλάσσης,⸊ ἔδοξαν *φάντασμα εἶναι,⸃ καὶ ἀνέκραξαν· 50 πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. *Καὶ*2εὐθέωςἐλάλησεν μεταὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ἄνεμος· καὶ λίαν *ἐκπερισσοῦἐν ἑαυτοῖς ἐξίσταντο, *2καὶ ἐθαύμαζον.⸌ 52 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· *ἦν γὰρ*αὐτῶν καρδίαπεπωρωμένη.
53 Καὶ διαπεράσαντες *ἦλθον ἐπὶ τὴν γῆνΓεννησαρέτ, καὶ προσωρμίσθησαν. 54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, *εὐθέωςἐπιγνόντες αὐτόν, 55 *περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην,⸃ ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι *ἐκεῖἐστιν. 56 Καὶ ὅπου ἂν εἰσεπορεύετο *εἰς κώμας πόλεις ἀγρούς,⸃ ἐν ταῖς ἀγοραῖς *2ἐτίθουντοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν *3ἥπτοντοαὐτοῦ ἐσῴζοντο.
* 6:1 ⸂ ἦλθεν RP f 35 TR ¦ ἔρχεται TNT2 WH NA NIV SBL * 6:2 ⸉ ἐν τῇ συναγωγῇ διδάσκειν RP f 35 TR ¦ διδάσκειν ἐν τῇ συναγωγῇ TNT2 WH NA NIV SBL * 6:2 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV ¦ οἱ WH NA25 SBL * 6:2 ⸂ αὐτῷ RP f 35 TR ¦ τούτῳ TNT2 WH NA NIV SBL * 6:2 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅτι TR * 6:2 ⸆3 – RP f 35 TR TNT2 ¦ αἱ WH NA NIV SBL * 6:2 ⸂2 γίνονται RP f 35 TR ¦ γινόμεναι TNT2 WH NA NIV SBL * 6:3 ⸆ – RP f 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL * 6:3 ⸂ ἀδελφὸς δὲ RP f 35 TR ¦ καὶ ἀδελφὸς TNT2 WH NA NIV SBL * 6:4 ⸂ Ἔλεγεν δὲ RP f 35 ¦ Ἔλεγε δὲ TR ¦ Καὶ ἔλεγεν TNT2 WH NA NIV SBL * 6:4 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 6:5 ⸉ οὐδεμίαν δύναμιν ποιῆσαι RP f 35 TR ¦ ποιῆσαι οὐδεμίαν δύναμιν TNT2 WH NA NIV SBL * 6:6 ⸂ ἐθαύμαζεν RP f 35 TNT2 NA27+28 NIV SBL ¦ ἐθαύμαζε TR ¦ ἐθαύμασεν WH NA25 * 6:8 ⸉ μὴ πήραν, μὴ ἄρτον RP f 35 TR ¦ μὴ ἄρτον, μὴ πήραν TNT2 WH NA NIV SBL * 6:9 ⸂ ἐνδύσησθε RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐνδύσασθαι WH * 6:10 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 6:11 ⸂ ὅσοι ἂν μὴ δέξωνται RP TR ¦ ὅσοι ἐὰν μὴ δέξωνται f 35 ¦ ὃς ἂν τόπος μὴ δέξηται TNT2 WH NA NIV SBL * 6:11 ⸋ Ἀμὴν … ἐκείνῃ. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:12 ⸂ ἐκήρυσσον RP f 35 TR ¦ ἐκήρυξαν TNT2 WH NA NIV SBL * 6:12 ⸂2 μετανοήσωσιν RP f 35 ¦ μετανοήσωσι TR ¦ μετανοῶσιν TNT2 WH NA NIV SBL * 6:14 ⸂ ἔλεγεν RP f 35 TR TNT2 ¦ ἔλεγον WH NA NIV SBL * 6:14 ⸂2 ἐκ νεκρῶν ἠγέρθη RP f 35 TR ¦ ἐγήγερται ἐκ νεκρῶν TNT2 WH NA NIV SBL * 6:15 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 6:15 ⸋ ἐστίν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:15 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἢ TR * 6:16 ⸋ ὁ f 35 TR TNT2 WH NA NIV SBL ¦ – RP * 6:16 ⸂ εἶπεν RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL * 6:16 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:16 ⸂2 οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. RP f 35 TR ¦ οὗτός ἠγέρθη ἐκ νεκρῶν TNT2 ¦ οὗτός ἠγέρθη WH NA NIV11 SBL ¦ οὗτός ἐκ νεκρῶν ἠγέρθη NIV73 * 6:17 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ TR * 6:20 ⸂ ἀκούσας RP TR TNT2 WH NA NIV SBL ¦ ἀκούων f 35 * 6:20 ⸂2 ἐποίει RP f 35 TR TNT2 ¦ ἠπόρει WH NA NIV SBL * 6:21 ⸂ ἐποίει RP f 35 TR ¦ ἐποίησεν TNT2 WH NA NIV SBL * 6:22 ⸂ αὐτῆς RP f 35 TR TNT2 NA25 NIV11 SBL ¦ αὐτοῦ WH NA27+28 NIV73 * 6:22 ⸋ τῆς RP f 35 TR TNT2 NA25 NIV11 SBL ¦ – WH NA27+28 NIV73 * 6:22 ⸂2 καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης RP f 35 TR SBL ¦ καὶ ὀρχησαμένης, ἤρεσεν TNT2 WH NA NIV * 6:22 ⸂3 εἶπεν ὁ βασιλεὺς RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ δὲ βασιλεὺς εἶπεν TNT2 WH NA25 * 6:23 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ πολλά NA27+28 * 6:23 ⸂ ὅτι Ὃ ἐάν RP f 35 TR TNT2 NA25 ¦ ὅτι Ἐάν WH ¦ Ὅ τι ἐάν NA27+28 NIV SBL * 6:23 ⸋ με RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 * 6:24 ⸂ Ἡ δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 6:24 ⸂2 αἰτήσομαι RP f 35 TR ¦ αἰτήσωμαι TNT2 WH NA NIV SBL * 6:24 ⸂3 βαπτιστοῦ RP f 35 TR ¦ βαπτίζοντος TNT2 WH NA NIV SBL * 6:25 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 6:25 ⸉ μοι δῷς ἐξαυτῆς RP f 35 TR ¦ ἐξαυτῆς δῷς μοι TNT2 WH NA NIV SBL * 6:26 ⸂ συνανακειμένους RP f 35 TR ¦ ἀνακειμένους TNT2 WH NA NIV SBL * 6:26 ⸉ αὐτὴν ἀθετῆσαι RP f 35 TR ¦ ἀθετῆσαι αὐτήν TNT2 WH NA NIV SBL * 6:27 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 6:27 ⸂2 ἐνεχθῆναι RP f 35 TR ¦ ἐνέγκαι TNT2 WH NA NIV SBL * 6:28 ⸂ Ὁ δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 6:29 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR * 6:30 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:31 ⸂ εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL * 6:31 ⸂2 ἀναπαύεσθε RP f 35 TR ¦ ἀναπαύσασθε TNT2 WH NA NIV SBL * 6:32 ⸂ εἰς ἔρημον τόπον τῷ πλοίῳ RP f 35 TR TNT2 ¦ ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NA NIV SBL * 6:33 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οἱ ὄχλοι TR * 6:33 ⸂ ἐπέγνωσαν RP f 35 TR NA NIV SBL ¦ ἔγνωσαν TNT2 WH * 6:33 ⸂2 αὐτὸν RP TR ¦ αὐτοὺς f 35 ¦ – TNT2 WH NA NIV SBL * 6:33 ⸋ καὶ συνῆλθον πρὸς αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:34 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:34 ⸂ αὐτοῖς RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL * 6:35 ⸂ λέγουσιν RP f 35 TR ¦ ἔλεγον TNT2 WH NA NIV SBL * 6:36 ⸂ ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. RP f 35 TR ¦ ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν. TNT2 WH NA NIV SBL * 6:37 ⸉ δηναρίων διακοσίων RP f 35 TNT2 WH NA NIV SBL ¦ διακοσίων δηναρίων TR * 6:37 ⸂ δῶμεν RP f 35 TR ¦ δώσομεν TNT2 WH NA NIV SBL * 6:38 ⸉ ἄρτους ἔχετε RP f 35 TR TNT2 NA27+28 NIV ¦ ἔχετε ἄρτους WH NA25 SBL * 6:38 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:39 ⸂ ἀνακλῖναι RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀνακλιθῆναι WH NA25 * 6:40 ⸂ ἀνὰ … ἀνὰ RP f 35 TR ¦ κατὰ … κατὰ TNT2 WH NA NIV SBL * 6:41 ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 6:41 ⸂ παραθῶσιν RP f 35 TR TNT2 ¦ παρατιθῶσιν WH NA NIV SBL * 6:43 ⸂ κλασμάτων δώδεκα κοφίνους πλήρεις RP f 35 TR ¦ κλασμάτων δώδεκα κοφίνους πληρώματα TNT2 ¦ κλάσματα δώδεκα κοφίνων πληρώματα WH NA NIV SBL * 6:44 ⸋ τοὺς ἄρτους RP f 35 TR TNT2 WH NA SBL ¦ – NIV * 6:44 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡσεὶ TR * 6:45 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 6:45 ⸋ εἰς τὸ πέραν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 6:45 ⸂2 ἀπολύσῃ RP TR ¦ ἀπολύσει f 35 ¦ ἀπολύει TNT2 WH NA NIV SBL * 6:48 ⸂ εἶδεν RP f 35 TR ¦ ἰδὼν TNT2 WH NA NIV SBL * 6:48 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:49 ⸉ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης RP f 35 TR TNT2 ¦ ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NA NIV SBL * 6:49 ⸂ φάντασμα εἶναι RP f 35 TR TNT2 ¦ ὅτι φάντασμά ἐστιν WH NA NIV SBL * 6:50 ⸂ Καὶ RP f 35 TR TNT2 ¦ Ὁ δὲ WH NA NIV SBL * 6:50 ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 6:51 ⸋ ἐκπερισσοῦ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 6:51 ⸋2 καὶ ἐθαύμαζον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:52 ⸂ ἦν γὰρ RP f 35 TR ¦ ἀλλ᾽ ἦν TNT2 WH NA NIV SBL * 6:52 ⸉ αὐτῶν ἡ καρδία RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡ καρδία αὐτῶν TR * 6:53 ⸂ ἦλθον ἐπὶ τὴν γῆν RP f 35 TR TNT2 ¦ ἐπὶ τὴν γῆν, ἦλθον εἰς WH NA NIV SBL * 6:54 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 6:55 ⸂ περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP f 35 TR ¦ περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ TNT2 WH NA NIV SBL * 6:55 ⸋ ἐκεῖ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 6:56 ⸂ εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς RP f 35 TR ¦ εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγρούς TNT2 WH NA NIV SBL * 6:56 ⸂2 ἐτίθουν RP f 35 TR ¦ ἐτίθεσαν TNT2 WH NA NIV SBL * 6:56 ⸂3 ἥπτοντο RP f 35 TR ¦ ἥψαντο TNT2 WH NA NIV SBL