9
Συγκαλεσάμενος δὲ *τοὺς δώδεκα,⸃ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ἰᾶσθαι *τοὺς ἀσθενοῦντας.⸃ Καὶ εἶπεν πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε *ῥάβδους,⸃ μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε *ἀνὰδύο χιτῶνας ἔχειν. Καὶ εἰς ἣν *ἂνοἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι *ἐὰνμὴ *2δέξωνταιὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης *καὶτὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν *3ἀποτινάξατεεἰς μαρτύριον ἐπαὐτούς. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Ἤκουσεν δὲ Ἡρῴδης τετράρχης τὰ γινόμενα *ὑπαὐτοῦπάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης *ἐγήγερταιἐκ νεκρῶν· ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη· ἄλλων δὲ ὅτι Προφήτης *εἷςτῶν ἀρχαίων ἀνέστη. *Καὶ εἶπεν*Ἡρῴδης, Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος, περὶ οὗ *ἐγὼἀκούω τοιαῦτα; Καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτούς, ὑπεχώρησεν κατἰδίαν εἰς *τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν.⸃ 11 Οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ *δεξάμενοςαὐτούς, ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. 12  δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵνα *ἀπελθόντεςεἰς τὰς κύκλῳ κώμας καὶ *τοὺςἀγροὺς καταλύσωσιν, καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13 Εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς *ὑμεῖς φαγεῖν.⸊ Οἱ δὲ εἶπον, Οὐκ εἰσὶν ἡμῖν πλεῖον *2πέντε ἄρτοικαὶ *3ἰχθύες δύο,⸊ εἰ μήτι πορευθέντες ἡμεῖς *ἀγοράσωμενεἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14 Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας *ἀνὰ πεντήκοντα. 15 Καὶ ἐποίησαν οὕτως, καὶ *ἀνέκλινανἅπαντας. 16 Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς, καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς *παρατιθέναιτῷ ὄχλῳ. 17 Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων, κόφινοι δώδεκα.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί· καὶ ἐπηρώτησεν αὐτούς, λέγων, Τίνα με *λέγουσιν οἱ ὄχλοιεἶναι; 19 Οἱ δὲ ἀποκριθέντες εἶπον, Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν· ἄλλοι δέ, ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 Εἶπεν δὲ αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; *Ἀποκριθεὶς δὲ Πέτροςεἶπεν, Τὸν χριστὸν τοῦ θεοῦ. 21  δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ *εἰπεῖντοῦτο, 22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ *ἀναστῆναι.⸃ 23 Ἔλεγεν δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου *ἐλθεῖν,⸃ *2ἀπαρνησάσθωἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, *καὶ ἀκολουθείτω μοι. 24 Ὃς γὰρ *ἐὰνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25 Τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ζημιωθείς; 26 Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27 Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν *ὧδε ἑστώτων,⸃ οἳ οὐ μὴ *2γεύσωνταιθανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, *καὶπαραλαβὼν *Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον,⸃ ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29 Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30 Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἠλίας, 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλεν πληροῦν ἐν Ἱερουσαλήμ. 32  δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33 Καὶ ἐγένετο, ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπαὐτοῦ, εἶπεν *Πέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοί, καὶ *μίαν Μωσῇ,⸊ καὶ μίαν Ἠλίᾳ· μὴ εἰδὼς λέγει. 34 Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ *ἐπεσκίασεναὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ *2ἐκείνους εἰσελθεῖνεἰς τὴν νεφέλην. 35 Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν υἱός μου *ἀγαπητός·⸃ αὐτοῦ ἀκούετε. 36 Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη *Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.
37 Ἐγένετο δὲ *ἐντῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. 38 Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου *ἀνεβόησεν,⸃ λέγων, Διδάσκαλε, δέομαί σου, *2ἐπιβλέψαιἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής *ἐστίν μοι·⸊ 39 καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπαὐτοῦ, συντρῖβον αὐτόν. 40 Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα *ἐκβάλωσιναὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν; *Προσάγαγε τὸν υἱόν σου ὧδε.⸊ 42 Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43 Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς *ἐποίησεν* Ἰησοῦς,⸌ εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, 44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπαὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47  δὲ Ἰησοῦς *ἰδὼντὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος *2παιδίου,⸃ ἔστησεν αὐτὸ παρἑαυτῷ, 48 καὶ εἶπεν αὐτοῖς, *Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηταιδέχεται τὸν ἀποστείλαντά με· γὰρ μικρότερος ἐν πᾶσιν *2ὑμῖνὑπάρχων οὗτος *3ἔσταιμέγας.
49 Ἀποκριθεὶς δὲ *Ἰωάννης εἶπεν, Ἐπιστάτα, εἴδομέν τινα *ἐπὶτῷ ὀνόματί σου ἐκβάλλοντα *δαιμόνια· καὶ *2ἐκωλύσαμεναὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθἡμῶν. 50 *Καὶ εἶπενπρὸς αὐτὸν *Ἰησοῦς, Μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν *2καθἡμῶν ὑπὲρ ἡμῶνἐστιν.
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον *αὐτοῦἐστήριξεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου *αὐτοῦ·⸃ καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, *2ὥστεἑτοιμάσαι αὐτῷ. 53 Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54 Ἰδόντες δὲ οἱ μαθηταὶ *αὐτοῦἸάκωβος καὶ Ἰωάννης εἶπον, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτούς, *ὡς καὶ Ἠλίας ἐποίησεν;⸃ 55 Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς, *καὶ εἶπεν, Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς· 56  γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι.⸌ Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 *Ἐγένετο δὲπορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπου *2ἂνἀπέρχῃ, *3κύριε.⸃ 58 Καὶ εἶπεν αὐτῷ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 Εἶπεν δὲ πρὸς ἕτερον, Ἀκολούθει μοι. δὲ εἶπεν, *Κύριε,⸌ ἐπίτρεψόν μοι *ἀπελθόντι πρῶτονθάψαι τὸν πατέρα μου. 60 Εἶπεν δὲ αὐτῷ * Ἰησοῦς,⸌ Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. 61 Εἶπεν δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 Εἶπεν δὲ * Ἰησοῦς πρὸς αὐτόν,⸃ Οὐδείς, ἐπιβαλὼν τὴν χεῖρα *αὐτοῦἐπἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν *2εἰς τὴν βασιλείαντοῦ θεοῦ.
* 9:1 ⸂ τοὺς δώδεκα RP f 35 TNT2 WH NA NIV SBL ¦ τοὺς δώδεκα μαθητὰς αὑτοῦ TR * 9:2 ⸂ τοὺς ἀσθενοῦντας RP f 35 TR ¦ τοὺς ἀσθενεῖς TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 9:3 ⸂ ῥάβδους RP f 35 TR ¦ ῥάβδον TNT2 WH NA NIV SBL * 9:3 ⸋ ἀνὰ RP f 35 TR TNT2 NA NIV73 SBL ¦ – WH NIV11 * 9:4 ⸋ ἂν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 9:5 ⸂ ἐὰν RP f 35 ¦ ἂν TR TNT2 WH NA NIV SBL * 9:5 ⸂2 δέξωνται RP f 35 TR ¦ δέχωνται TNT2 WH NA NIV SBL * 9:5 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:5 ⸂3 ἀποτινάξατε RP f 35 TR TNT2 ¦ ἀποτινάσσετε WH NA NIV SBL * 9:7 ⸋ ὑπ᾽ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:7 ⸂ ἐγήγερται RP f 35 TR ¦ ἠγέρθη TNT2 WH NA NIV SBL * 9:8 ⸂ εἷς RP f 35 TR ¦ τις TNT2 WH NA NIV SBL * 9:9 ⸂ Καὶ εἶπεν RP f 35 TR ¦ Εἶπεν δὲ TNT2 WH NA NIV SBL * 9:9 ⸆ – RP f 35 TNT2 NA27+28 NIV ¦ ὁ TR WH NA25 SBL * 9:9 ⸋ ἐγὼ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:10 ⸂ τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP ¦ τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά f 35 TR ¦ πόλιν καλουμένην Βηθσαϊδά TNT2 WH NA NIV SBL * 9:11 ⸂ δεξάμενος RP f 35 TR ¦ ἀποδεξάμενος TNT2 WH NA NIV SBL * 9:12 ⸂ ἀπελθόντες RP f 35 TR ¦ πορευθέντες TNT2 WH NA NIV SBL * 9:12 ⸋ τοὺς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:13 ⸉ ὑμεῖς φαγεῖν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ φαγεῖν ὑμεῖς WH NA25 * 9:13 ⸉2 πέντε ἄρτοι RP f 35 TR TNT2 ¦ ἄρτοι πέντε WH NA NIV SBL * 9:13 ⸉3 ἰχθύες δύο RP f 35 TNT2 WH NA NIV SBL ¦ δύο ἰχθύες TR * 9:13 ⸂ ἀγοράσωμεν RP TR TNT2 WH NA NIV SBL ¦ ἀγοράσομεν f 35 * 9:14 ⸆ – RP f 35 TR ¦ ὡσεὶ TNT2 WH NA NIV SBL * 9:15 ⸂ ἀνέκλιναν RP f 35 TR ¦ κατέκλιναν TNT2 WH NA NIV SBL * 9:16 ⸂ παρατιθέναι RP f 35 TR ¦ παραθεῖναι TNT2 WH NA NIV SBL * 9:18 ⸉ λέγουσιν οἱ ὄχλοι RP f 35 TR NA27+28 NIV ¦ οἱ ὄχλοι λέγουσιν TNT2 WH NA25 SBL * 9:20 ⸂ Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP TR ¦ Ἀποκριθεὶς δὲ Πέτρος f 35 ¦ Πέτρος δὲ ἀποκριθεὶς TNT2 WH NA NIV SBL * 9:21 ⸂ εἰπεῖν RP f 35 TR ¦ λέγειν TNT2 WH NA NIV SBL * 9:22 ⸂ ἀναστῆναι RP ¦ ἐγερθῆναι f 35 TR TNT2 WH NA NIV SBL * 9:23 ⸂ ἐλθεῖν RP f 35 TR ¦ ἔρχεσθαι TNT2 WH NA NIV SBL * 9:23 ⸂2 ἀπαρνησάσθω RP f 35 TR ¦ ἀρνησάσθω TNT2 WH NA NIV SBL * 9:23 ⸆ – RP f 35 ¦ καθ᾽ ἡμέραν TR TNT2 WH NA NIV SBL * 9:24 ⸂ ἐὰν RP f 35 NA25 ¦ ἂν TR TNT2 WH NA27+28 NIV SBL * 9:27 ⸂ ὧδε ἑστώτων RP f 35 ¦ ὧδε ἑστηκότων TR ¦ αὐτοῦ ἑστώτων TNT2 ¦ αὐτοῦ ἑστηκότων WH NA NIV SBL * 9:27 ⸂2 γεύσωνται RP f 35 TNT2 WH NA NIV SBL ¦ γεύσονται TR * 9:28 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 9:28 ⸂ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον RP f 35 NA NIV SBL ¦ τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον TR ¦ Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον TNT2 WH * 9:33 ⸆ – RP ¦ ὁ f 35 TR TNT2 WH NA NIV SBL * 9:33 ⸉ μίαν Μωσῇ RP ¦ μίαν Μωσεῖ f 35 ¦ Μωσεῖ μίαν TR ¦ μίαν Μωϋσεῖ TNT2 WH NA NIV SBL * 9:34 ⸂ ἐπεσκίασεν RP f 35 TR ¦ ἐπεσκίαζεν TNT2 WH NA NIV SBL * 9:34 ⸂2 ἐκείνους εἰσελθεῖν RP f 35 TR ¦ εἰσελθεῖν αὐτοὺς TNT2 WH NA NIV SBL * 9:35 ⸂ ἀγαπητός RP f 35 TR ¦ ἐκλελεγμένος TNT2 WH NA NIV SBL * 9:36 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:37 ⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:38 ⸂ ἀνεβόησεν RP f 35 ¦ ἀνεβόησε TR ¦ ἐβόησεν TNT2 WH NA NIV SBL * 9:38 ⸂2 ἐπιβλέψαι RP TNT2 WH NA NIV SBL ¦ ἐπίβλεψον f 35 TR * 9:38 ⸉ ἐστίν μοι RP f 35 ¦ ἐστί μοι TR ¦ μοί ἐστιν TNT2 WH NA NIV SBL * 9:40 ⸂ ἐκβάλωσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκβάλλωσιν TR * 9:41 ⸉ Προσάγαγε τὸν υἱόν σου ὧδε. RP f 35 ¦ Προσάγαγε ὧδε τὸν υἱόν σου. TR TNT2 WH NA NIV SBL * 9:43 ⸂ ἐποίησεν RP f 35 TR ¦ ἐποίει TNT2 WH NA NIV SBL * 9:43 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:47 ⸂ ἰδὼν RP f 35 TR TNT2 ¦ εἰδὼς WH NA NIV SBL * 9:47 ⸂2 παιδίου RP f 35 TR ¦ παιδίον TNT2 WH NA NIV SBL * 9:48 ⸂ Ὃς ἐὰν δέξηται … καὶ ὃς ἐὰν ἐμὲ δέξηται RP f 35 TR TNT2 ¦ Ὃς ἂν δέξηται … καὶ ὃς ἂν ἐμὲ δέξηται WH SBL ¦ Ὃς ἐὰν δέξηται … καὶ ὃς ἂν ἐμὲ δέξηται NA NIV * 9:48 ⸂2 ὑμῖν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμων f 35 * 9:48 ⸂3 ἔσται RP f 35 TR ¦ ἐστιν TNT2 WH NA NIV SBL * 9:49 ⸋ ὁ RP f 35 TR NA25 ¦ – TNT2 WH NA27+28 NIV SBL * 9:49 ⸂ ἐπὶ RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 9:49 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τά TR * 9:49 ⸂2 ἐκωλύσαμεν RP f 35 TR TNT2 ¦ ἐκωλύομεν WH NA NIV SBL * 9:50 ⸂ Καὶ εἶπεν RP f 35 TR ¦ Εἶπεν δὲ TNT2 WH NA NIV SBL * 9:50 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 9:50 ⸂2 καθ᾽ ἡμῶν ὑπὲρ ἡμῶν RP f 35 TR ¦ καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν TNT2 WH NA NIV SBL * 9:51 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:52 ⸂ αὐτοῦ RP TR TNT2 WH NA NIV SBL ¦ εαυτοῦ f 35 * 9:52 ⸂2 ὥστε RP f 35 TR TNT2 NA25 ¦ ὡς WH NA27+28 NIV SBL * 9:54 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:54 ⸂ ὡς καὶ Ἠλίας ἐποίησεν RP f 35 ¦ ὡς καὶ Ἠλίας ἐποίησε TR ¦ – TNT2 WH NA NIV SBL * 9:55 ⸋ καὶ εἶπεν, Οὐκ οἴδατε … ἀλλὰ σῶσαι. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:57 ⸂ Ἐγένετο δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 9:57 ⸂2 ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL * 9:57 ⸂3 Κύριε SRS ¦ κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:59 ⸋ Κύριε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 9:59 ⸉ ἀπελθόντι πρῶτον RP f 35 TR NA27+28 NIV SBL ¦ πρῶτον ἀπελθόντι TNT2 WH NA25 * 9:60 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:62 ⸂ ὁ Ἰησοῦς πρὸς αὐτόν RP f 35 TNT2 ¦ πρὸς αὐτόν ὁ Ἰησοῦς TR WH NA ¦ ὁ Ἰησοῦς NIV SBL * 9:62 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:62 ⸂2 εἰς τὴν βασιλείαν RP f 35 TR ¦ τῇ βασιλείᾳ TNT2 WH NA NIV SBL