10
Μετὰ δὲ ταῦτα ἀνέδειξεν κύριος *καὶἑτέρους *ἑβδομήκοντα,⸃ καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο *πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι. Ἔλεγεν *οὖνπρὸς αὐτούς, μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως *2ἐκβάλῃ ἐργάταςεἰς τὸν θερισμὸν αὐτοῦ. Ὑπάγετε· ἰδού, *ἐγὼἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε βαλάντιον, *μὴ πήραν, μηδὲ ὑποδήματα·⸃ καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἣν δἂν *οἰκίαν εἰσέρχησθε,⸃ πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν ** ἐκεῖυἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπαὐτὸν εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφὑμᾶς ἀνακάμψει. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παραὐτῶν· ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ *ἐστίν.⸃ Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν *ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφὑμᾶς βασιλεία τοῦ θεοῦ. 10 Εἰς ἣν δἂν πόλιν *εἰσέρχησθε,⸃ καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν *ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν *ἐφὑμᾶς βασιλεία τοῦ θεοῦ. 12 Λέγω *ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, τῇ πόλει ἐκείνῃ. 13 Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι *ἐγένοντοαἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ *2καθήμεναιμετενόησαν. 14 Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ὑμῖν. 15 Καὶ σύ, Καπερναούμ, * ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως *ᾍδου καταβιβασθήσῃ. 16  ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17 Ὑπέστρεψαν δὲ οἱ *ἑβδομήκονταμετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 Ἰδού, *δίδωμιὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ *2ἀδικήσῃ.⸃ 20 Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ *ὅτι τὰ ὀνόματα ὑμῶν *ἐγράφηἐν τοῖς οὐρανοῖς.
21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο **τῷ πνεύματι* Ἰησοῦς,⸌ καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, πατήρ, ὅτι οὕτως *ἐγένετο εὐδοκίαἔμπροσθέν σου. 22 *Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν,⸃ Πάντα *μοι παρεδόθηὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν υἱός, εἰ μὴ πατήρ, καὶ τίς ἐστιν πατήρ, εἰ μὴ υἱός, καὶ *2ἐὰνβούληται υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες βλέπετε. 24 Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἀκούετε, καὶ οὐκ ἤκουσαν.
25 Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, *καὶλέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26  δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις; 27  δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου, *ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίαςσου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 Εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ. 29  δὲ θέλων *δικαιοῦνἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον; 30 Ὑπολαβὼν *δὲ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ *2τυγχάνοντα.⸌ 31 Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32 Ὁμοίως δὲ καὶ Λευΐτης *γενόμενοςκατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν καταὐτόν, καὶ ἰδὼν *αὐτὸνἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. 35 Καὶ ἐπὶ τὴν αὔριον *ἐξελθών,⸌ ἐκβαλὼν *δύο δηνάρια ἔδωκεντῷ πανδοχεῖ, καὶ εἶπεν *2αὐτῷ,⸌ Ἐπιμελήθητι αὐτοῦ· καὶ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 Τίς *οὖντούτων τῶν τριῶν *πλησίον δοκεῖ σοιγεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37  δὲ εἶπεν, ποιήσας τὸ ἔλεος μεταὐτοῦ. Εἶπεν *οὖναὐτῷ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
38 *Ἐγένετο δὲ ἐντῷ πορεύεσθαι αὐτούς, *καὶαὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν *2εἰς τὸν οἶκον αὐτῆς.⸃ 39 Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, καὶ *παρακαθίσασα*2παρὰτοὺς πόδας *3τοῦ Ἰησοῦἤκουεν *4τὸν λόγοναὐτοῦ. 40  δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἀδελφή μου μόνην με *κατέλειπενδιακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 Ἀποκριθεὶς δὲ *εἶπεν αὐτῇ Ἰησοῦς,⸃ Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 *ἑνὸς δέ ἐστιν χρεία·⸃ Μαρία *2δὲτὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται *ἀπ᾽⸌ αὐτῆς.
* 10:1 ⸋ καὶ RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 10:1 ⸂ ἑβδομήκοντα RP f 35 TR TNT2 ¦ ἑβδομήκοντα δύο WH NA NIV SBL * 10:1 ⸆ – RP f 35 TR TNT2 NA25 ¦ δύο WH NA27+28 NIV SBL * 10:2 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 10:2 ⸂2 ἐκβάλῃ ἐργάτας RP f 35 ¦ ἐκβάλλῃ ἐργάτας TR ¦ ἐργάτας ἐκβάλῃ TNT2 WH NA NIV SBL * 10:3 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:4 ⸂ μὴ πήραν, μηδὲ ὑποδήματα RP TR ¦ μὴ πήραν, μὴ ὑποδήματα f 35 TNT2 WH NA NIV SBL * 10:5 ⸂ οἰκίαν εἰσέρχησθε RP f 35 TR ¦ εἰσέλθητε οἰκίαν TNT2 WH NA NIV SBL * 10:6 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ μὲν f 35 TR * 10:6 ⸉ ᾖ ἐκεῖ RP f 35 TR TNT2 SBL ¦ ἐκεῖ ᾖ WH NA NIV * 10:7 ⸂ ἐστίν RP f 35 ¦ ἐστί TR ¦ – TNT2 WH NA NIV SBL * 10:8 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ δ᾽ f 35 TR * 10:10 ⸂ εἰσέρχησθε RP f 35 TR ¦ εἰσέλθητε TNT2 WH NA NIV SBL * 10:11 ⸆ – RP f 35 TR ¦ εἰς τοὺς πόδας TNT2 WH NA NIV SBL * 10:11 ⸋ ἐφ᾽ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:12 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 10:13 ⸂ ἐγένοντο RP f 35 TR ¦ ἐγενήθησαν TNT2 WH NA NIV SBL * 10:13 ⸂2 καθήμεναι RP f 35 TR ¦ καθήμενοι TNT2 WH NA NIV SBL * 10:15 ⸂ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP f 35 TR ¦ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ TNT2 WH NA NIV SBL * 10:15 ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL * 10:17 ⸂ ἑβδομήκοντα RP f 35 TR TNT2 ¦ ἑβδομήκοντα δύο WH NA NIV SBL * 10:19 ⸂ δίδωμι RP f 35 TR ¦ δέδωκα TNT2 WH NA NIV SBL * 10:19 ⸂2 ἀδικήσῃ RP f 35 TR NA27+28 NIV SBL ¦ ἀδικήσει TNT2 WH NA25 * 10:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ μᾶλλον TR * 10:20 ⸂ ἐγράφη RP f 35 TR ¦ ἐγγέγραπται TNT2 NA NIV SBL ¦ ἐνγέγραπται WH * 10:21 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ ἐν NA27+28 NIV73 * 10:21 ⸂ τῷ πνεύματι RP f 35 TR ¦ τῷ πνεύματι τῷ ἁγίῳ TNT2 WH NA NIV SBL * 10:21 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:21 ⸉ ἐγένετο εὐδοκία RP f 35 TR ¦ εὐδοκία ἐγένετο TNT2 WH NA NIV SBL * 10:22 ⸂ Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν RP f 35 ¦ Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε TR ¦ – TNT2 WH NA NIV SBL * 10:22 ⸉ μοι παρεδόθη RP f 35 TNT2 WH NA NIV SBL ¦ παρεδόθη μοι TR * 10:22 ⸂2 ἐὰν RP f 35 TR NA NIV SBL ¦ ἂν TNT2 WH * 10:25 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:27 ⸂ ἐξ ὅλης τῆς καρδίας … ἐξ ὅλης τῆς ψυχῆς … ἐξ ὅλης τῆς ἰσχύος … ἐξ ὅλης τῆς διανοίας RP f 35 TR ¦ ἐξ ὅλης τῆς καρδίας … ἐν ὅλῃ τῇ ψυχῇ … ἐν ὅλῃ τῇ ἰσχύϊ … ἐν ὅλῃ τῇ διανοίᾳ TNT2 NA NIV73 SBL ¦ ἐξ ὅλης καρδίας … ἐν ὅλῃ τῇ ψυχῇ … ἐν ὅλῃ τῇ ἰσχύϊ … ἐν ὅλῃ τῇ διανοίᾳ WH NIV11 * 10:29 ⸂ δικαιοῦν RP f 35 TR ¦ δικαιῶσαι TNT2 WH NA NIV SBL * 10:30 ⸋ δὲ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 10:30 ⸋2 τυγχάνοντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:32 ⸋ γενόμενος RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 10:33 ⸋ αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:35 ⸋ ἐξελθών RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:35 ⸉ δύο δηνάρια ἔδωκεν RP f 35 TNT2 WH NA25 SBL ¦ δύο δηνάρια ἔδωκε TR ¦ ἔδωκεν δύο δηνάρια NA27+28 NIV * 10:35 ⸋2 αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:36 ⸋ οὖν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:36 ⸉ πλησίον δοκεῖ σοι RP f 35 TNT2 WH NA NIV SBL ¦ δοκεῖ σοι πλησίον TR * 10:37 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 10:38 ⸂ Ἐγένετο δὲ ἐν RP f 35 TR ¦ Ἐν δὲ TNT2 WH NA NIV SBL * 10:38 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:38 ⸂2 εἰς τὸν οἶκον αὐτῆς RP f 35 TR TNT2 ¦ εἰς τὴν οἰκίαν WH NA25 ¦ – NA27+28 NIV SBL * 10:39 ⸂ παρακαθίσασα RP f 35 TR ¦ παρακαθεσθεῖσα TNT2 WH NA NIV SBL * 10:39 ⸂2 παρὰ RP f 35 TR ¦ πρὸς TNT2 WH NA NIV SBL * 10:39 ⸂3 τοῦ Ἰησοῦ RP f 35 TR SBL ¦ τοῦ κυρίου TNT2 WH NA NIV * 10:39 ⸂4 τὸν λόγον RP TR TNT2 WH NA NIV SBL ¦ τῶν λόγων f 35 * 10:40 ⸂ κατέλειπεν RP TNT2 WH NA25 SBL ¦ κατέλιπεν f 35 NA27+28 NIV ¦ κατέλιπε TR * 10:41 ⸂ εἶπεν αὐτῇ ὁ Ἰησοῦς RP TR TNT2 ¦ ὁ Ἰησοῦς εἶπεν αὐτῇ f 35 ¦ εἶπεν αὐτῇ ὁ κύριος WH NA NIV SBL * 10:42 ⸂ ἑνὸς δέ ἐστιν χρεία· RP f 35 TNT2 NA27+28 NIV73 ¦ ἑνὸς δέ ἐστι χρεία· TR ¦ ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· WH NA25 SBL ¦ ὀλίγων δέ ἐστι χρεία ἢ ἑνός· NIV11 * 10:42 ⸂2 δὲ RP f 35 TR TNT2 ¦ γὰρ WH NA NIV SBL * 10:42 ⸋ ἀπ᾽ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL