18
Ἔλεγεν δὲ *καὶπαραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, *καὶ μὴ ἐκκακεῖν, λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ *ἠθέλησενἐπὶ χρόνον· μετὰ *δὲ ταῦταεἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι, *2καὶ ἄνθρωπον οὐκἐντρέπομαι· διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπεν δὲ κύριος, Ἀκούσατε τί κριτὴς τῆς ἀδικίας λέγει. δὲ θεὸς οὐ μὴ *ποιήσῃτὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων *2πρὸς αὐτὸνἡμέρας καὶ νυκτός, καὶ *3μακροθυμῶνἐπαὐτοῖς; Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
Εἶπεν δὲ *πρός τινας τοὺς πεποιθότας ἐφἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· * εἷς Φαρισαῖος, καὶ ἕτεροςτελώνης. 11  Φαρισαῖος σταθεὶς *πρὸς ἑαυτὸν ταῦταπροσηύχετο, θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ *ὥσπεροἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, καὶ ὡς οὗτος τελώνης. 12 Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 *Καὶ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς *εἰς τὸν οὐρανὸν ἐπᾶραι,⸊ ἀλλἔτυπτεν *εἰςτὸ στῆθος *2αὐτοῦ,⸃ λέγων, θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ * γὰρ ἐκεῖνος·⸃ ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ *ἐπετίμησαναὐτοῖς. 16  δὲ Ἰησοῦς *προσκαλεσάμενος αὐτὰ εἶπεν,⸃ Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ. 17 Ἀμὴν λέγω ὑμῖν, ὃς *ἐὰνμὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 Εἶπεν δὲ αὐτῷ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, θεός. 20 Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα *τὸν πατέρα σου καὶ τὴν μητέρα σου.⸃ 21  δὲ εἶπεν, Ταῦτα πάντα *ἐφυλαξάμηνἐκ νεότητός *μου.⸌ 22 Ἀκούσας δὲ *ταῦτα Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν *οὐρανῷ·⸃ καὶ δεῦρο, ἀκολούθει μοι. 23  δὲ ἀκούσας ταῦτα περίλυπος *ἐγένετο·⸃ ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν Ἰησοῦς *περίλυπον γενόμενονεἶπεν, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες *εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ.⸃ 25 Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ *τρυμαλιᾶς ῥαφίδοςεἰσελθεῖν, πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 Εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι; 27  δὲ εἶπεν, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά *ἐστιν παρὰ τῷ θεῷ.⸊ 28 Εἶπεν δὲ *Πέτρος, Ἰδού, ἡμεῖς *ἀφήκαμεν πάντα, καὶἠκολουθήσαμέν σοι. 29  δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, * γονεῖς, ἀδελφούς, γυναῖκα,⸊ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30 ὃς *οὐμὴ *2ἀπολάβῃπολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31 Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπεν πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. 32 Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπαὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν *προσαιτῶν·⸃ 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί *εἴη τοῦτο. 37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖος παρέρχεται. 38 Καὶ ἐβόησεν, λέγων, Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με. 39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα *σιωπήσῃ·⸃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με. 40 Σταθεὶς δὲ *Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, 41 *λέγων,⸌ Τί σοι θέλεις ποιήσω; δὲ εἶπεν, Κύριε, ἵνα ἀναβλέψω. 42 Καὶ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· πίστις σου σέσωκέν σε. 43 Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν θεόν· καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
* 18:1 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 18:1 ⸆ – RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL * 18:4 ⸂ ἠθέλησεν RP TR ¦ ἤθελεν f 35 TNT2 WH NA NIV SBL * 18:4 ⸉ δὲ ταῦτα RP f 35 TR NA27+28 NIV ¦ ταῦτα δὲ TNT2 WH NA25 SBL * 18:4 ⸂2 καὶ ἄνθρωπον οὐκ RP f 35 TR ¦ οὐδὲ ἄνθρωπον TNT2 WH NA NIV SBL * 18:7 ⸂ ποιήσῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ποιήσει TR * 18:7 ⸂2 πρὸς αὐτὸν RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 18:7 ⸂3 μακροθυμῶν RP f 35 TR ¦ μακροθυμεῖ TNT2 WH NA NIV SBL * 18:9 ⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL * 18:10 ⸂ ὁ εἷς … ὁ ἕτερος RP f 35 TR NA NIV SBL ¦ εἷς … ὁ ἕτερος TNT2 WH * 18:11 ⸉ πρὸς ἑαυτὸν ταῦτα RP f 35 TR NA27+28 NIV SBL ¦ ταῦτα πρὸς ἑαυτὸν TNT2 WH NA25 * 18:11 ⸂ ὥσπερ RP f 35 TR WH NA NIV SBL ¦ ὡς TNT2 * 18:13 ⸂ Καὶ ὁ RP f 35 TR TNT2 ¦ Ὁ δὲ WH NA NIV SBL * 18:13 ⸉ εἰς τὸν οὐρανὸν ἐπᾶραι RP f 35 TR ¦ ἐπᾶραι εἰς τὸν οὐρανὸν TNT2 WH NA NIV SBL * 18:13 ⸋ εἰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:13 ⸂2 αὐτοῦ RP f 35 TR NA NIV SBL ¦ ἑαυτοῦ TNT2 WH * 18:14 ⸂ ἢ γὰρ ἐκεῖνος RP f 35 ¦ ἢ ἐκεῖνος TR ¦ παρ᾽ ἐκεῖνον TNT2 WH NA NIV SBL * 18:15 ⸂ ἐπετίμησαν RP f 35 TR ¦ ἐπετίμων TNT2 WH NA NIV SBL * 18:16 ⸂ προσκαλεσάμενος αὐτὰ εἶπεν RP f 35 TR ¦ προσεκαλέσατο αὐτὰ λέγων TNT2 WH NA NIV SBL * 18:17 ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 18:20 ⸂ τὸν πατέρα σου καὶ τὴν μητέρα σου RP f 35 TR ¦ τὸν πατέρα σου καὶ τὴν μητέρα TNT2 WH NA NIV SBL * 18:21 ⸂ ἐφυλαξάμην RP f 35 TR ¦ ἐφύλαξα TNT2 WH NA NIV SBL * 18:21 ⸋ μου RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 18:22 ⸋ ταῦτα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:22 ⸂ οὐρανῷ RP f 35 TR ¦ τοῖς οὐρανοῖς TNT2 WH NA NIV ¦ οὐρανοῖς SBL * 18:23 ⸂ ἐγένετο RP f 35 TR ¦ ἐγενήθη TNT2 WH NA NIV SBL * 18:24 ⸋ περίλυπον γενόμενον RP f 35 TR TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL * 18:24 ⸂ εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ RP f 35 TR ¦ εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται TNT2 WH NA NIV SBL * 18:25 ⸂ τρυμαλιᾶς ῥαφίδος RP f 35 TR ¦ τρήματος βελόνης TNT2 WH NA NIV SBL * 18:27 ⸉ ἐστιν παρὰ τῷ θεῷ RP f 35 ¦ ἐστι παρὰ τῷ θεῷ TR ¦ παρὰ τῷ θεῷ ἐστιν TNT2 WH NA NIV SBL * 18:28 ⸆ – RP f 35 ¦ ὁ TR TNT2 WH NA NIV SBL * 18:28 ⸂ ἀφήκαμεν πάντα καὶ RP f 35 TR ¦ ἀφέντες τὰ ἴδια TNT2 WH NA NIV SBL * 18:29 ⸉ ἢ γονεῖς ἢ ἀδελφούς ἢ γυναῖκα RP f 35 TR TNT2 ¦ ἢ γυναῖκα ἢ ἀδελφούς ἢ γονεῖς WH NA NIV SBL * 18:30 ⸂ οὐ RP f 35 TR TNT2 ¦ οὐχὶ WH NA NIV SBL * 18:30 ⸂2 ἀπολάβῃ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ λάβῃ WH NA25 * 18:35 ⸂ προσαιτῶν RP f 35 TR ¦ ἐπαιτῶν TNT2 WH NA NIV SBL * 18:36 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 18:39 ⸂ σιωπήσῃ RP f 35 TR ¦ σιγήσῃ TNT2 WH NA NIV SBL * 18:40 ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 18:41 ⸋ λέγων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL