17
1 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, *⸆ Ἀνένδεκτόν ἐστιν τοῦ *⸉μὴ ἐλθεῖν τὰ σκάνδαλα·⸊ *⸂οὐαὶ δὲ⸃ δι᾽ οὗ ἔρχεται. 2 Λυσιτελεῖ αὐτῷ εἰ *⸂μύλος ὀνικὸς⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ *⸉ἕνα τῶν μικρῶν τούτων.⸊ 3 Προσέχετε ἑαυτοῖς. Ἐὰν *⸋δὲ⸌ ἁμάρτῃ *⸋2εἰς σὲ⸌ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. 4 Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας *⸂ἁμάρτῃ⸃ εἰς σέ, καὶ ἑπτάκις *⸋τῆς ἡμέρας⸌ ἐπιστρέψῃ, *⸆ λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
5 Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. 6 Εἶπεν δὲ ὁ κύριος, Εἰ *⸂ἔχετε⸃ πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. 7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ *⸆ εὐθέως, Παρελθὼν *⸂ἀνάπεσε·⸃ 8 ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 Μὴ *⸉χάριν ἔχει⸊ τῷ δούλῳ *⸋ἐκείνῳ⸌ ὅτι ἐποίησεν τὰ διαταχθέντα; *⸆ *⸋2Οὐ δοκῶ.⸌ 10 Οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· *⸋ὅτι⸌ ὃ *⸂ὀφείλομεν⸃ ποιῆσαι πεποιήκαμεν.
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι *⸋αὐτὸν⸌ εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ *⸂μέσου⸃ Σαμαρείας καὶ Γαλιλαίας. 12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν *⸋αὐτῷ⸌ δέκα λεπροὶ ἄνδρες, οἳ *⸂ἔστησαν⸃ πόρρωθεν· 13 καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. 15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν· 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. 17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, *⸂Οὐχὶ⸃ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; 18 Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως· 21 οὐδὲ ἐροῦσιν, *⸂Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ.⸃ Ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν.
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23 Καὶ ἐροῦσιν ὑμῖν, *⸂Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ·⸃ μὴ ἀπέλθητε, μηδὲ διώξητε. 24 Ὥσπερ γὰρ ἡ ἀστραπὴ *⸋ἡ⸌ ἀστράπτουσα ἐκ τῆς *⸂ὑπ᾽⸃ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται *⸆ ὁ υἱὸς τοῦ ἀνθρώπου *⸋2ἐν τῇ ἡμέρᾳ αὐτοῦ.⸌ 25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις *⸆ Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 27 Ἤσθιον, ἔπινον, ἐγάμουν, *⸂ἐξεγαμίζοντο,⸃ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν *⸂2ἅπαντας.⸃ 28 Ὁμοίως *⸂καὶ ὡς⸃ ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσεν *⸂ἅπαντας·⸃ 30 κατὰ *⸂ταῦτα⸃ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν *⸋τῷ⸌ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 Μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ *⸂σῶσαι⸃ ἀπολέσει αὐτήν· *⸂2καὶ ὃς ἐὰν⸃ *⸂3ἀπολέσῃ⸃ *⸋αὐτὴν⸌ ζῳογονήσει αὐτήν. 34 Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ *⸉ἔσονται δύο⸊ ἐπὶ κλίνης μιᾶς· *⸂εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος⸃ ἀφεθήσεται. 35 *⸉Δύο ἔσονται⸊ ἀλήθουσαι ἐπὶ τὸ αὐτό· *⸂μία παραληφθήσεται, *⸂2καὶ ἡ⸃ ἑτέρα⸃ ἀφεθήσεται. 36 *⸆ 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ *⸂συναχθήσονται οἱ ἀετοί.⸃
* 17:1 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 17:1 ⸉ μὴ ἐλθεῖν τὰ σκάνδαλα RP f 35 TR ¦ τὰ σκάνδαλα μὴ ἐλθεῖν TNT2 WH NA NIV SBL * 17:1 ⸂ οὐαὶ δὲ RP f 35 TR NA25 ¦ πλὴν οὐαὶ TNT2 WH NA27+28 NIV SBL * 17:2 ⸂ μύλος ὀνικὸς RP f 35 TR ¦ λίθος μυλικὸς TNT2 WH NA NIV SBL * 17:2 ⸉ ἕνα τῶν μικρῶν τούτων RP f 35 TR ¦ τῶν μικρῶν τούτων ἕνα TNT2 WH NA NIV SBL * 17:3 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:3 ⸋2 εἰς σὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:4 ⸂ ἁμάρτῃ RP f 35 TR ¦ ἁμαρτήσῃ TNT2 WH NA NIV SBL * 17:4 ⸋ τῆς ἡμέρας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:4 ⸆ – RP f 35 ¦ ἐπὶ σὲ TR ¦ πρὸς σὲ TNT2 WH NA NIV SBL * 17:6 ⸂ ἔχετε RP TNT2 WH NA NIV SBL ¦ εἴχετε f 35 TR * 17:7 ⸆ – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 17:7 ⸂ ἀνάπεσε RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀνάπεσαι TR * 17:9 ⸉ χάριν ἔχει RP f 35 TR ¦ ἔχει χάριν TNT2 WH NA NIV SBL * 17:9 ⸋ ἐκείνῳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR * 17:9 ⸋2 οὐ δοκῶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:10 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:10 ⸂ ὀφείλομεν RP ¦ ὠφείλομεν f 35 TR TNT2 WH NA NIV SBL * 17:11 ⸋ αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 17:11 ⸂ μέσου RP f 35 TR ¦ μέσον TNT2 WH NA NIV SBL * 17:12 ⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 17:12 ⸂ ἔστησαν RP f 35 TR TNT2 NA NIV SBL ¦ ἀνέστησαν WH * 17:17 ⸂ Οὐχὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Οὐχ WH NA25 * 17:21 ⸂ Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ. RP f 35 TR TNT2 ¦ Ἰδοὺ ὧδε, ἤ, Ἐκεῖ. WH NA NIV SBL * 17:23 ⸂ Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ RP f 35 TR ¦ Ἰδοὺ ἐκεῖ· Ἰδοὺ ὧδε TNT2 NA25 SBL ¦ Ἰδοὺ ἐκεῖ, ἤ, Ἰδοὺ ὧδε WH NA27+28 NIV * 17:24 ⸋ ἡ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 17:24 ⸂ ὑπ᾽ RP f 35 TR ¦ ὑπὸ τὸν TNT2 WH NA NIV SBL * 17:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 17:24 ⸋2 ἐν τῇ ἡμέρᾳ αὐτοῦ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 17:26 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 17:27 ⸂ ἐξεγαμίζοντο RP f 35 TR ¦ ἐγαμίζοντο TNT2 WH NA NIV SBL * 17:27 ⸂2 ἅπαντας RP f 35 TR ¦ πάντας TNT2 WH NA NIV SBL * 17:28 ⸂ καὶ ὡς RP f 35 TR ¦ καθὼς TNT2 WH NA NIV SBL * 17:29 ⸂ ἅπαντας RP f 35 TR ¦ πάντας TNT2 WH NA NIV SBL * 17:30 ⸂ ταῦτα RP f 35 TR ¦ τὰ αὐτὰ TNT2 WH NA NIV SBL * 17:31 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:33 ⸂ σῶσαι RP f 35 TR ¦ περιποιήσασθαι TNT2 WH NA NIV SBL * 17:33 ⸂2 καὶ ὃς ἐὰν RP f 35 TR ¦ ὃς δ᾽ ἂν TNT2 WH NA27+28 NIV SBL ¦ καὶ ὃς ἂν NA25 * 17:33 ⸂3 ἀπολέσῃ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀπολέσει WH NA25 * 17:33 ⸋ αὐτὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:34 ⸉ ἔσονται δύο RP TR TNT2 WH NA NIV SBL ¦ δύο ἔσονται f 35 * 17:34 ⸂ εἷς … ὁ ἕτερος RP f 35 TNT2 ¦ ὁ εἷς … ὁ ἕτερος TR WH NA NIV SBL * 17:35 ⸉ Δύο ἔσονται RP f 35 TR ¦ Ἔσονται δύο TNT2 WH NA NIV SBL * 17:35 ⸂ μία … ἡ ἑτέρα RP f 35 TR ¦ ἡ μία … ἡ ἑτέρα TNT2 WH NA NIV SBL * 17:35 ⸂2 καὶ ἡ RP f 35 TR ¦ ἡ δὲ TNT2 WH NA NIV SBL * 17:36 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται. TR * 17:37 ⸂ συναχθήσονται οἱ ἀετοί RP TR ¦ συναχθήσονται καὶ οἱ ἀετοί f 35 ¦ καὶ οἱ ἀετοί ἐπισυναχθήσονται TNT2 WH NA NIV SBL