6
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
Οἱ δοῦλοι, ὑπακούετε τοῖς *κυρίοις κατὰ σάρκα,⸊ μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ χριστῷ· μὴ κατὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλὡς δοῦλοι *τοῦχριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, μετεὐνοίας δουλεύοντες *ὡςτῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι * ἐάν τι ἕκαστοςποιήσῃ ἀγαθόν, τοῦτο *2κομιεῖταιπαρὰ *τοῦκυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι *καὶ ὑμῶν αὐτῶν κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν παραὐτῷ.
10 *Τὸ λοιπόν,⸃ *ἀδελφοί μου,⸌ ἐνδυναμοῦσθε ἐν κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. 12 Ὅτι οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους *τοῦ αἰῶνοςτούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· 16 *ἐπὶπᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ *τὰπεπυρωμένα σβέσαι. 17 Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου *δέξασθαι,⸃ καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ἐστιν ῥῆμα θεοῦ· 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ *τοῦτοἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.
21 Ἵνα δὲ *εἰδῆτε καὶ ὑμεῖςτὰ κατἐμέ, τί πράσσω, πάντα *2ὑμῖν γνωρίσειΤυχικὸς ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ.
24  χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ. *Ἀμήν.⸌
* 6:5 ⸉ κυρίοις κατὰ σάρκα RP f 35 TR Ead ¦ κατὰ σάρκα κυρίοις TNT2 WH NA NIV SBL * 6:6 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 6:7 ⸋ ὡς RP TNT2 WH NA NIV SBL Ead ¦ – f 35 TR * 6:8 ⸂ ὃ ἐάν τι ἕκαστος RP f 35 TR Ead ¦ ἕκαστος ὃ ἂν TNT2 SBL ¦ ἕκαστος ἐάν τι WH NA NIV * 6:8 ⸂2 κομιεῖται RP f 35 TR ¦ κομίσεται TNT2 WH NA NIV SBL Ead * 6:8 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 6:9 ⸂ καὶ ὑμῶν αὐτῶν RP f 35 TR ¦ καὶ αὐτῶν καὶ ὑμῶν TNT2 WH NA NIV SBL Ead * 6:10 ⸂ Τὸ λοιπόν RP f 35 TR Ead ¦ Τοῦ λοιποῦ TNT2 WH NA NIV SBL * 6:10 ⸋ ἀδελφοί μου RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 6:12 ⸋ τοῦ αἰῶνος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 6:16 ⸂ ἐπὶ RP f 35 TR Ead ¦ ἐν TNT2 WH NA NIV SBL * 6:16 ⸋ τὰ RP f 35 TR TNT2 WH NA NIV Ead ¦ – SBL * 6:17 ⸂ δέξασθαι RP f 35 ¦ δέξασθε TR TNT2 WH NA NIV SBL Ead * 6:18 ⸋ τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 6:21 ⸉ εἰδῆτε καὶ ὑμεῖς RP f 35 TR WH NA NIV SBL Ead ¦ καὶ ὑμεῖς εἰδῆτε TNT2 * 6:21 ⸉2 ὑμῖν γνωρίσει RP f 35 TR Ead ¦ γνωρίσει ὑμῖν TNT2 WH NA NIV SBL * 6:24 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead