5
Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ χριστὸς *ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶνπροσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. Πορνεία δὲ καὶ *πᾶσα ἀκαθαρσία πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· καὶ αἰσχρότης, καὶ μωρολογία, εὐτραπελία, *τὰ οὐκ ἀνήκοντα·⸃ ἀλλὰ μᾶλλον εὐχαριστία. Τοῦτο γάρ *ἐστεγινώσκοντες, ὅτι πᾶς πόρνος, ἀκάθαρτος, πλεονέκτης, *2ὅςἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· *ὡς τέκνα φωτὸς περιπατεῖτε γὰρ καρπὸς τοῦ πνεύματοςἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπαὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. 13 Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. 14 Διὸ λέγει, *Ἔγειρε καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι χριστός.
15 Βλέπετε οὖν *πῶς ἀκριβῶςπεριπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 Διὰ τοῦτο *μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντεςτί τὸ θέλημα τοῦ κυρίου. 18 Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς *ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες *ἐντῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί, 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ *χριστοῦ.⸃
22 Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν *ὑποτάσσεσθε,⸃ ὡς τῷ κυρίῳ. 23 Ὅτι *ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός, ὡς καὶ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, *καὶ αὐτός ἐστινσωτὴρ τοῦ σώματος. 24 Ἀλλ*ὥσπερ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς *ἰδίοιςἀνδράσιν ἐν παντί. 25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας *ἑαυτῶν,⸌ καθὼς καὶ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· 26 ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ *αὐτὴνἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ῥυτίδα τι τῶν τοιούτων, ἀλλἵνα ἁγία καὶ ἄμωμος. 28 Οὕτως *ὀφείλουσιν οἱ ἄνδρεςἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ * κύριοςτὴν ἐκκλησίαν· 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, *ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.⸌ 31 Ἀντὶ τούτου καταλείψει ἄνθρωπος *τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα,⸃ καὶ προσκολληθήσεται *2πρὸς τὴν γυναῖκααὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 Πλὴν καὶ ὑμεῖς οἱ καθἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
* 5:2 ⸂ ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν RP f 35 TR NA27+28 NIV SBL Ead ¦ ἠγάπησεν ὑμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν TNT2 NA25 ¦ ἠγάπησεν ὑμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ὑμῶν WH * 5:3 ⸉ πᾶσα ἀκαθαρσία RP f 35 TR Ead ¦ ἀκαθαρσία πᾶσα TNT2 WH NA NIV SBL * 5:4 ⸂ τὰ οὐκ ἀνήκοντα RP f 35 TR Ead ¦ ἃ οὐκ ἀνῆκεν TNT2 WH NA NIV SBL * 5:5 ⸂ ἐστε RP TR ¦ ἴστε f 35 TNT2 WH NA NIV SBL Ead * 5:5 ⸂2 ὅς RP f 35 TR Ead ¦ ὅ TNT2 WH NA NIV SBL * 5:8 ⸂ ὡς τέκνα φωτὸς περιπατεῖτε—ὁ γὰρ καρπὸς τοῦ πνεύματος RP f 35 TR ¦ ὡς τέκνα φωτὸς περιπατεῖτε—ὁ γὰρ καρπὸς τοῦ φωτὸς TNT2 WH NA NIV SBL Ead * 5:14 ⸂ Ἔγειρε RP TNT2 WH NA NIV SBL Ead ¦ Ἔγειραι f 35 TR * 5:15 ⸉ πῶς ἀκριβῶς RP f 35 TR TNT2 ¦ ἀκριβῶς πῶς WH NA NIV SBL * 5:17 ⸂ μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες RP f 35 TR Ead ¦ μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε TNT2 WH NA NIV SBL * 5:19 ⸆ – RP f 35 TR TNT2 WH NA25 SBL Ead ¦ ἐν NA27+28 NIV * 5:19 ⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL Ead * 5:21 ⸂ χριστοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ θεοῦ f 35 TR * 5:22 ⸂ ὑποτάσσεσθε RP f 35 TR ¦ ὑποτασσέσθωσαν TNT2 ¦ – WH NA NIV SBL Ead * 5:23 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ὁ TR * 5:23 ⸂ καὶ αὐτός ἐστι(ν) RP f 35 TR ¦ αὐτός TNT2 WH NA NIV SBL Ead * 5:24 ⸂ ὥσπερ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL Ead * 5:24 ⸋ ἰδίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 5:25 ⸋ ἑαυτῶν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 5:27 ⸂ αὐτὴν RP f 35 TR ¦ αὐτὸς TNT2 WH NA NIV SBL Ead * 5:28 ⸂ ὀφείλουσιν οἱ ἄνδρες RP f 35 TR ¦ ὀφείλουσιν καὶ οἱ ἄνδρες TNT2 WH NA NIV SBL ¦ καὶ οἱ ἄνδρες ὀφείλουσιν Ead * 5:29 ⸂ ὁ κύριος RP f 35 TR ¦ ὁ χριστὸς TNT2 WH NA NIV SBL Ead * 5:30 ⸋ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 5:31 ⸂ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα RP f 35 TR Ead ¦ πατέρα καὶ μητέρα TNT2 ¦ τὸν πατέρα καὶ τὴν μητέρα WH NA NIV SBL * 5:31 ⸂2 πρὸς τὴν γυναῖκα RP f 35 TR WH NA NIV Ead ¦ τῇ γυναικὶ TNT2 SBL