3
1 Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. 2 Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. 3 Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ. 4 Ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ *⸂ἡμῶν,⸃ τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 Νεκρώσατε οὖν τὰ μέλη *⸋ὑμῶν⸌ τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, 6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ *⸋ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·⸌ 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν *⸂αὐτοῖς.⸃ 8 Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ *⸋τὰ⸌ πάντα καὶ ἐν πᾶσιν χριστός.
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα *⸂οἰκτιρμοῦ,⸃ χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ *⸂ὁ χριστὸς⸃ ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις *⸂τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος⸃ τῆς τελειότητος. 15 Καὶ ἡ εἰρήνη *⸂τοῦ θεοῦ⸃ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 Ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, *⸂ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς,⸃ ἐν *⸆ χάριτι ᾄδοντες ἐν *⸂2τῇ καρδίᾳ⸃ ὑμῶν *⸂3τῷ κυρίῳ.⸃ 17 Καὶ πᾶν ὅ τι *⸂ἂν⸃ ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ *⸋καὶ⸌ πατρὶ δι᾽ αὐτοῦ.
18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς *⸋ἰδίοις⸌ ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γάρ *⸉ἐστιν εὐάρεστον⸊ *⸋ἐν⸌ *⸆ κυρίῳ. 21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν *⸂ὀφθαλμοδουλίαις⸃ ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι *⸂2τὸν θεόν·⸃ 23 *⸋καὶ⸌ *⸂πᾶν ὅ τι⸃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 24 εἰδότες ὅτι *⸂ἀπὸ κυρίου λήψεσθε⸃ τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ *⸋γὰρ⸌ κυρίῳ χριστῷ δουλεύετε. 25 Ὁ *⸂δὲ⸃ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία.
* 3:4 ⸂ ἡμῶν RP f 35 TR WH NA25 ¦ ὑμῶν TNT2 NA27+28 NIV SBL Ead * 3:5 ⸋ ὑμῶν RP f 35 TR NIV73 Ead ¦ – TNT2 WH NA NIV11 SBL * 3:6 ⸋ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP f 35 TR NA27+28 SBL Ead ¦ – TNT2 WH NA25 NIV * 3:7 ⸂ αὐτοῖς RP f 35 TR ¦ τούτοις TNT2 WH NA NIV SBL Ead * 3:11 ⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead ¦ – WH NA25 * 3:12 ⸂ οἰκτιρμοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ οἰκτιρμῶν TR * 3:13 ⸂ ὁ χριστὸς RP f 35 TR Ead ¦ ὁ κύριος TNT2 WH NA NIV SBL * 3:14 ⸂ τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος RP f 35 ¦ τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος TR ¦ τὴν ἀγάπην, ὅ ἐστὶν σύνδεσμος TNT2 WH NA NIV SBL ¦ τὴν ἀγάπην, ὅ ἐστὶ σύνδεσμος Ead * 3:15 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ TNT2 WH NA NIV SBL Ead * 3:16 ⸂ ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς RP f 35 TR ¦ ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς TNT2 WH NA NIV SBL Ead * 3:16 ⸆ – RP f 35 TR WH SBL ¦ τῇ TNT2 NA NIV Ead * 3:16 ⸂2 τῇ καρδίᾳ RP f 35 TR ¦ ταῖς καρδίαις TNT2 WH NA NIV SBL Ead * 3:16 ⸂3 τῷ κυρίῳ RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL Ead * 3:17 ⸂ ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL * 3:17 ⸋ καὶ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 3:18 ⸋ ἰδίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 3:20 ⸉ ἐστιν εὐάρεστον RP f 35 TR ¦ εὐάρεστόν ἐστιν TNT2 WH NA NIV SBL Ead * 3:20 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR * 3:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR * 3:22 ⸂ ὀφθαλμοδουλίαις RP TNT2 WH NA25 SBL ¦ ὀφθαλμοδουλείαις f 35 TR ¦ ὀφθαλμοδουλίᾳ NA27+28 NIV ¦ ὀφθαλμοδουλείᾳ Ead * 3:22 ⸂2 τὸν θεόν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL Ead * 3:23 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 3:23 ⸂ πᾶν ὅ τι RP f 35 TR ¦ ὅ TNT2 WH NA NIV SBL Ead * 3:24 ⸂ ἀπὸ κυρίου λήψεσθε RP f 35 ¦ ἀπὸ κυρίου ἀπολήψεσθε TR Ead ¦ ἀπὸ κυρίου ἀπολήμψεσθε TNT2 WH NA NIV SBL * 3:24 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 3:25 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead